Ancient Greek · ~5 min
10.23 to 10.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.23-29
Not analysed yet
τοῦ λῃστοῦ υἱοῦ Ναυῆ.” ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον ᾠκημένα, οἳ διὰ τὸ ἐκ παλαιοῦ ἐνταῦθα ἱδρῦσθαι αὐτόχθονες εἶναι ἐλέγοντο. καὶ ἀπ’ αὐτοῦ Ἀνταῖον, τὸν αὐτῶν βασιλέα, ὃς ἐν Κλιπέᾳ Ἡρακλεῖ ἐπάλαισε, τῆς γῆς υἱὸν ἔφασαν εἶναι. χρόνῳ δὲ ὕστερον καὶ ὅσοι μετὰ Διδοῦς ἐκ Φοινίκης ἀνέστησαν ἅτε πρὸς ξυγγενεῖς τοὺς ἐν Λιβύῃ ᾠκημένους ἀφίκοντο. οἳ δὴ αὐτοῖς Καρχηδόνα κτίσαι τε καὶ ἔχειν ἐθελούσιοι ξυνεχώρησαν. προϊόντος δὲ τοῦ χρόνου ἡ τῶν Καρχηδονίων δύναμις μεγάλη ἐγίνετο καὶ πολυάνθρωπος. μάχης τε σφίσι γενομένης πρὸς τοὺς ὁμόρους, οἳ πρότεροι, ὥσπερ ἐρρήθη, ἐκ Παλαιστίνης ἀφίκοντο καὶ τὰ νῦν Μαυρούσιοι καλοῦνται, ἐκράτησάν τε αὐτῶν οἱ Καρχηδόνιοι καὶ ὡς ἀπωτάτω οἰκεῖν Καρχηδόνος ἠνάγκασαν. ἔπειτα δὲ Ῥωμαῖοι πάντων καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι Μαυρουσίους μὲν ἐς τὰς ἐσχατιὰς τῆς ἐν Λιβύῃ οἰκουμένης χώρας ἱδρύσαντο, Καρχηδονίους δὲ καὶ Λίβυας τοὺς ἄλλους κατηκόους σφίσιν ἐς φόρου ἀπαγωγὴν ἐποιήσαντο. ὕστερον δὲ οἱ Μαυρούσιοι πολλὰς κατὰ Βανδίλων νίκας ἀνελόμενοι Μαυριτανίαν τε τὴν νῦν καλουμένην ἐκ Γαδείρων μέχρι τῶν Καισαρείας ὁρίων τείνουσαν καὶ Λιβύης τῆς ἄλλης τὰ πλεῖστα ἔσχον. τὰ μὲν δὴ τῆς Μαυρουσίων ἐν Λιβύῃ ἐνοικήσεως ταύτῃ πη ἔσχε.