Ancient Greek · ~7 min
11.1 to 11.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.1-4-12
Not analysed yet
Σολόμων δὲ τὰ ἐς Ῥουφῖνον καὶ Ἀιγὰν ξυνενεχθέντα ἀκούσας τόν τε πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο καὶ πρὸς τοὺς Μαυρουσίων ἄρχοντας ἔγραψε τάδε· “Ἤδη μὲν καὶ ἄλλοις ἀνθρώπων τισὶν ἀπονενοῆσθαί τε καὶ ἀπολωλέναι τετύχηκεν, οἳ οὐδενὶ πρότερον τεκμηριῶσαι ἔσχον ὅπη ποτὲ αὐτοῖς τὰ τῆς ἀπονοίας ἐκβήσεται. ὑμεῖς δέ, οἷς τὸ παράδειγμα ἐγγύθεν ἐκ τῶν συνοίκων ὑμῖν Βανδίλων ἐστί, τί ποτε ἆρα παθόντες χεῖράς τε ἀνταίρειν ἔγνωτε βασιλεῖ τῷ μεγάλῳ καὶ τὴν ὑμῶν αὐτῶν σωτηρίαν προέσθαι, καὶ ταῦτα ὅρκους τε τοὺς δεινοτάτους ἐν γράμμασι δόντες καὶ τοὺς παῖδας τοὺς ὑμετέρους τῶν ὡμολογημένων ἐνέχυρα παρασχόμενοι; ἢ ἐπίδειξίν τινα ἐγνώκατε ποιεῖσθαι, ὡς ὑμῖν οὔτε θεοῦ οὔτε πίστεως οὔτε τῆς ξυγγενείας αὐτῆς οὔτε τῆς σωτηρίας οὔτε ἄλλου ὁτουοῦν ἐστί τις λόγος; καίτοι, εἰ τὰ ἐς τὸ θεῖον ὑμῖν οὕτως ἤσκηται, τίνι ξυμμάχῳ πιστεύοντες ἐπὶ τὸν Ῥωμαίων βασιλέα χωρεῖτε; εἰ δὲ τοὺς παῖδας ἀπολοῦντες στρατεύεσθε, τί ποτέ ἐστιν ὑπὲρ ὅτου κινδυνεύειν βεβούλησθε; ἀλλ’ εἰ μὲν ἤδη τις εἰσῆλθεν ὑμᾶς τῶν φθασάντων μετάμελος, γράψατε ὅπως ὑμῖν εὖ τὰ πεπραγμένα θησόμεθα· εἰ δὲ τὰ τῆς ἀπονοίας ὑμῖν οὔπω λελώφηκε, δέξασθε Ῥωμαϊκὸν πόλεμον μετὰ τῶν ὅρκων οἷς ἐλωβήσασθε καὶ τῆς ἐς τοὺς παῖδας τοὺς ὑμετέρους ἀδικίας ὑμῖν προσιόντα.” Τοσαῦτα μὲν Σολόμων ἔγραψεν. οἱ δὲ Μαυρούσιοι ἀπεκρίναντο ὧδε· “Βελισάριος μὲν ἐπαγγελίαις μεγάλαις ἡμᾶς περιελθὼν ἔπεισε βασιλέως Ἰουστινιανοῦ κατηκόους εἶναι· Ῥωμαῖοι δὲ τῶν ἀγαθῶν ἡμῖν οὐδενὸς μεταδόντες λιμῷ πιεζομένους ἠξίουν φίλους τε ἡμᾶς καὶ ξυμμάχους ἔχειν. ὥστε εἰκότως ἂν μᾶλλον ὑμῖν ἢ Μαυρουσίοις τὸ μὴ πιστοῖς καλεῖσθαι προσήκει. λύουσι γὰρ τὰς σπονδὰς οὐχ ὅσοι ἀδικούμενοι ἐκ τοῦ ἐμφανοῦς τῶν πέλας κατηγοροῦντες ἀφίστανται, ἀλλ’ ὅσοι ὑποσπόνδους ἔχειν ἀξιοῦντές τινας εἶτα βιάζονται. καὶ τὸν θεὸν πολέμιον σφίσι ποιοῦνται οὐχ οἳ ἂν τὰ σφέτερα αὐτῶν κομιούμενοι ἐφ’ ἑτέρους χωροῖεν, ἀλλ’ ὅσοι τῶν ἀλλοτρίων ἐπιβατεύοντες ἐς κίνδυνον πολέμου καθίστανται.