Ancient Greek · ~7 min
10.30 to 10.39
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 10.30-39
Not analysed yet
“Ἐπειδὴ νενικηκέναι τε ἡμῖν δέδωκεν ὁ θεὸς καὶ ἐπὶ πλεῖστον εὐδοξίας ἀφῖχθαι, πόλιν ἀνάλωτον πρότερον οὖσαν ὑποχειρίαν ἡμῖν ποιησάμενος, ἀναγκαῖον καὶ ἡμᾶς τὸ μὴ ἀναξίους εἶναι τῆς χάριτος, ἀλλὰ τῇ ἐς τοὺς ἡσσημένους φιλανθρωπίᾳ τὸ δικαίως κεκρατηκέναι τούτων ἐνδείκνυσθαι. μὴ τοίνυν ἀπέραντα Νεαπολίτας μισήσητε, μηδὲ ὑπερόριον τοῦ πολέμου τὸ ἐς αὐτοὺς ἔχθος ποιήσητε. τοὺς γὰρ ἡσσημένους οὐδεὶς τῶν νενικηκότων ἔτι μισεῖ. κτείνοντές τε αὐτοὺς οὐ πολεμίων ἀπαλλαγήσεσθε τὸ λοιπόν, ἀλλὰ θανάτῳ ζημιωθήσεσθε τῶν ὑπηκόων. οὐκοῦν ἀνθρώπους τούσδε μηδὲν ἐργάσησθε περαιτέρω κακόν, μηδὲ τῇ ὀργῇ πάντα χαρίζεσθε. αἰσχρὸν γὰρ τῶν μὲν πολεμίων κρατεῖν, τοῦ δὲ θυμοῦ ἥσσους φαίνεσθαι. ὑμῖν δὲ χρήματα μὲν τὰ ἄλλα γινέσθω τῆς ἀρετῆς ἆθλα, γυναῖκες δὲ τοῖς ἀνδράσι ξὺν τοῖς παισὶν ἀποδιδόσθων. μανθανέτωσαν δὲ οἱ νενικημένοι τοῖς πράγμασιν ἡλίκων ἐξ ἀβουλίας ἐστέρηνται φίλων.” Τοσαῦτα εἰπὼν Βελισάριος τάς τε γυναῖκας καὶ τὰ παιδία καὶ τὰ ἄλλα ἀνδράποδα Νεαπολίταις πάντα ἀφῆκεν, ὕβρεως οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντα, καὶ αὐτοῖς τοὺς στρατιώτας διήλλαξεν. οὕτω τε Νεαπολίταις ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ αἰχμαλώτοις τε γενέσθαι καὶ τὴν ἐλευθερίαν ἀνασώσασθαι καὶ τῶν χρημάτων τὰ τιμιώτατα ἀνακτήσασθαι. ἐπεὶ αὐτῶν ὅσοι χρυσὸν ἢ ἄλλο τι τῶν τιμίων ἔχοντες ἔτυχον, οὗτοι δὴ τὰ πρότερα ἐς γῆν κατορύξαντες ἀπεκρύψαντο, καὶ ταύτῃ τοὺς πολεμίους λαθεῖν ἴσχυσαν αὐτοῖς χρήμασι τὰς οἰκίας ἀπολαβόντες. ἥ τε πολιορκία ἐς ἡμέρας μάλιστα εἴκοσι κατατείνασα ἐς τοῦτο ἐτελεύτα. Γότθους δὲ τοὺς τῇδε ἁλόντας οὐχ ἥσσους ἢ ὀκτακοσίους ὄντας κακῶν ἀπαθεῖς Βελισάριος παντάπασι διαφυλάξας, οὐκ ἐλασσόνως ἢ τοὺς στρατιώτας τοὺς αὑτοῦ ἐν τιμῇ εἶχε. Πάστωρ δέ, ὃς ἐς ἀπόνοιαν, ὡς πρότερόν μοι δεδήλωται, τὸν δῆμον ἐνῆγεν, ἐπεὶ τὴν πόλιν ἁλισκομένην εἶδεν, ἐς ἀποπληξίαν ἐξέπεσε καὶ ἐξαπίνης ἀπέθανεν, οὔτε νοσήσας πρότερον οὔτε ἄλλο τι πρὸς οὐδενὸς παθὼν ἄχαρι. Ἀσκληπιόδοτος δέ, ὃς ξὺν αὐτῷ ταῦτα ἔπρασσε, ξὺν τῶν λογίμων τοῖς περιοῦσι παρὰ Βελισάριον ἦλθε.