Ancient Greek · ~7 min
11.1 to 11.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.1-6-10
Not analysed yet
Τὰ μὲν οὖν ἀμφὶ Τιβούρει οὕτω γενέσθαι ξυνέπεσε. Βελισάριος δὲ παντὶ τῷ στόλῳ ἐς Ῥάβενναν ἀφικόμενος Γότθους τε τοὺς παρόντας καὶ Ῥωμαίων στρατιώτας ξυναγαγὼν ἔλεξε τοιάδε· “Οὐ νῦν πρῶτον, ὦ ἄνδρες, τὰ τῆς ἀρετῆς ἔργα πρὸς τῆς κακίας διερρυηκέναι ξυμβέβηκεν. ἄνωθεν γὰρ τοῦτο τοῖς ἀνθρωπίνοις ἐμπέφυκεν ἀτεχνῶς πράγμασι, πολλάς τε ἀνδρῶν ἀγαθῶν πράξεις μοχθηρία τῶν πονηροτάτων ἀναχαιτίζειν τε καὶ διαφθείρειν ἱκανῶς ἴσχυσεν. ὅπερ καὶ νῦν τὰ βασιλέως πράγματα ἔσφηλεν. ᾧ δὴ τοσοῦτον τὰ ἡμαρτημένα ἐπανορθοῦν μέλει, ὥστε τὴν Περσῶν ἐπικράτησιν περὶ ἐλάσσονος τούτων ποιούμενος ἀποστεῖλαί με τανῦν εἰς ὑμᾶς ἔγνωκεν, ὅπως ἐπανορθώσω καὶ ἰάσωμαι εἴ τι τοῖς ἄρχουσι μὴ ὀρθῶς ἢ ἐς τοὺς στρατιώτας τοὺς αὐτοῦ ἢ εἰς Γότθους εἴργασται. τὸ μὲν οὖν μηδὲν ὑφ’ ὁτουοῦν ἁμαρτάνεσθαι οὔτε ἀνθρώπινον καὶ τῆς τῶν πραγμάτων φύσεως ἔξω, τὸ δὲ τὰ ἡμαρτημένα ἐπανορθοῦν βασιλεῖ τε διαρκῶς πρέπον καὶ παραψυχῆς τοῖς ἠγαπημένοις ἱκανῶς ἄξιον. οὐ γὰρ ὅσον ὑμῖν τῶν δυσκόλων ἀπαλλαγῆναι ξυμβήσεται, ἀλλὰ καὶ τῆς βασιλέως εἰς ὑμᾶς εὐνοίας ξυνεῖναί τε καὶ ἀπολαύειν αὐτίκα προσέσται· οὗ τί ἂν ἀξιώτερον γένοιτο ἀνθρώπῳ τῶν πάντων χρημάτων; ἐπειδὴ τοίνυν ἐπ’ αὐτῷ τούτῳ ὑμῖν πάρειμι, προσήκει καὶ ὑμῶν ἕκαστον πάσῃ δυνάμει χρήσασθαι, ὅπως ἂν τῆς ἐντεῦθεν ὠφελείας ἀπόναισθε. ὅτῳ τε ὑμῶν ξυγγενεῖς ἢ φίλοι παρὰ Τουτίλᾳ τῷ τυράννῳ τυγχάνουσιν ὄντες, μεταπεμψάσθω τούτους ὅτι τάχιστα τὴν βασιλέως δηλώσας γνώμην. οὕτω γὰρ ἂν ὑμῖν τά τε ἐκ τῆς εἰρήνης καὶ τὰ ἐκ τοῦ μεγάλου βασιλέως ἀγαθὰ γένοιτο. ὡς ἔγωγε οὔτε τῳ πολεμησείων ἐνθάδε ἀφῖγμαι οὒτ’ ἂν ἑκών ποτε τοῖς βασιλέως κατηκόοις πολέμιος εἴην. εἰ μέντοι καὶ νῦν παρὰ φαῦλον ἡγησάμενοι τὸ τὰ βελτίω σφίσιν αὐτοῖς ἑλέσθαι οἵδε ἀπ’ ἐναντίας ἡμῖν ἴωσιν, ἀνάγκη καὶ ἡμᾶς αὐτοῖς ὡς μάλιστα ἀκουσίους ὡς πολεμίοις χρῆσθαι.” Τοσαῦτα μὲν Βελισάριος εἶπε. προσεχώρει δέ οἱ τῶν ἐναντίων οὐδεὶς οὔτε Γότθος οὔτε Ῥωμαῖος. ἔπειτα δὲ Θουριμούθ τε τὸν δορυφόρον καὶ τῶν