Ancient Greek · ~7 min
11.11 to 11.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.11-21
Not analysed yet
ἑπομένων τινὰς ξύν τε Βιταλίῳ καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις ἐς Αἰμιλίαν πέμψας, ἐκέλευεν ἀποπειρᾶσθαι τῶν ταύτῃ χωρίων. Βιτάλιος οὖν ξὺν τῷ στρατῷ τούτῳ ἀμφὶ πόλιν Βονώνειαν γενόμενός τινά τε τῶν ἐνταῦθα φρουρίων ὁμολογίᾳ ἑλὼν ἐν Βονωνείᾳ πόλει ἡσύχαζε. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰλλυριοὶ ξύμπαντες, ὅσοι ξὺν αὐτῷ ἐστρατεύοντο, ἐκ τοῦ αἰφνιδίου, κακὸν οὐδὲν οὔτε παθόντες οὔτε ἀκούσαντες, λάθρα ἐνθένδε ἀναχωρήσαντες ἐπ’ οἴκου ἀπεκομίσθησαν. πρέσβεις τε παρὰ βασιλέα πέμψαντες συγγνώμην διδόναι σφίσιν ἐδέοντο, οὐκ ἄλλου του ἕνεκα εἰς τὰ οἰκεῖα τῷ τρόπῳ τούτῳ ἀφικομένοις ἢ ὅτι συχνὸν σφίσι χρόνον ἐν Ἰταλίᾳ στρατευομένοις τάς τε συντάξεις ὡς ἥκιστα κομιζομένοις χρήματα δὴ πολλὰ τὸ δημόσιον ὤφειλε. στρατεύματος δὲ Οὐννικοῦ τοῖς Ἰλλυριοῖς ἐπισκήψαντος παῖδάς τε καὶ γυναῖκας ἐξηνδραποδίσθαι τετύχηκεν. ἃ δὴ πυθόμενοι καὶ τῶν ἀναγκαίων ἔν γε Ἰταλιώταις σπανίζοντες ἀνεχώρησαν. οἷς δὴ βασιλεὺς τὰ πρῶτα χαλεπήνας, εἶτα συγγνώμων ἐγένετο. Γνοὺς δὲ ὁ Τουτίλας τὴν τῶν Ἰλλυριῶν ἀναχώρησιν στράτευμα ἐπὶ Βονώνειαν ἔπεμψεν, ὡς Βιτάλιον καὶ τοὺς ξὺν αὐτῷ ἀναρπάσοντας. ἀλλὰ Βιτάλιός τε καὶ Θουριμοὺθ προλοχίσαντες ἐνέδραις τισὶ τοὺς ἐπιόντας πολλοὺς μὲν διέφθειραν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. ἔνθα Ναζάρης, ἀνὴρ λόγιμος, Ἰλλυριὸς γένος, στρατιωτῶν τε τῶν ἐν Ἰλλυριοῖς ἄρχων, ἔργα θαυμαστὰ ἐς τοὺς πολεμίους πάντων μάλιστα ἐπεδείξατο. οὕτω τε ὁ Θουριμοὺθ παρὰ Βελισάριον ἐς Ῥάβενναν ἦλθε. Τότε δὴ Βελισάριον τρεῖς τῶν δορυφόρων τῶν αὑτοῦ, Θουριμούθ τε καὶ Ῥικίλαν καὶ Σαβινιανόν, ἔστειλε ξὺν χιλίο ς στρατιώταις ἐς Αὔξιμον πόλιν, Μάγνῳ τε καὶ Ῥωμαίοις ἐνταῦθα πολιορκουμένοις ἐπαμυνοῦντας. οἱ δὲ Τουτίλαν τε λαθόντες καὶ τὸ τῶν πολεμίων στρατόπεδον νύκτωρ ἐν Αὐξίμῳ ἐγένοντο, ἐπεκδρομάς τέ τινας ποιεῖσθαι ἐπὶ τοὺς ἐναντίους διενοοῦντο. τῇ δὲ ὑστεραίᾳ πυθόμενοι ἀμφὶ ἡμέραν μέσην τῶν πολεμίων τινὰς ἄγχιστά πη εἶναι ἐξῆλθον μὲν ὡς ὑπαντιάσοντες, κατασκόπους δὲ πέμψαι πρότερον ἐπ’ αὐτοὺς ἔγνωσαν, κατασκεψομένους τὴν δύναμιν, ὡς μὴ ἀνεπισκέπτως ἐπ’ αὐτοὺς ἴωσι.