Ancient Greek · ~7 min
11.10 to 11.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.10-18
Not analysed yet
σκυλεύσας τε αὐτοῦ κατ’ ἐξουσίαν τά τε ὅπλα καὶ τὸν χρυσὸν ἅπαντα καὶ εἴ τι ἄλλο ἐτύγχανεν ἀμπεχόμενος, ἐπί τε τὸν ἵππον ἀναθορὼν πρόσω ἤλαυνεν. εἴτε δὲ τύχῃ εἴτε χωρίων ἐμπειρίᾳ χρησάμενος, λαθεῖν τε τοὺς πολεμίους καὶ διαφυγεῖν παντελῶς ἴσχυσε. ταῦτα ὁ Χοσρόης μαθὼν καὶ τοῖς ξυμπεσοῦσι περιαλγήσας, τῶν οἱ ἑπομένων τινὰς καῦσαι τὸν τοῦ ἀρχαγγέλου νεὼν οὗ πρόσθεν ἐμνήσθην ἐκέλευεν. οἱ δὲ τοῦτον ἐκεῖνον εἶναι ἡγούμενοι ξὺν ταῖς ἀμφ’ αὐτὸν οἰκοδομίαις ἐνέπρησαν, ἐπιτελεῖς τε πεποιῆσθαι τὰς Χοσρόου ἐντολὰς ᾤοντο. ταῦτα μὲν δὴ οὕτως ἔσχε. Χοσρόης δὲ παντὶ τῷ στρατῷ τὴν ἐπὶ Ἀπάμειαν ᾔει. ἔστι δὲ ξύλον πηχυαῖον ἐν Ἀπαμείᾳ, τοῦ σταυροῦ μέρος ἐν ᾧ τὸν Χριστὸν ἐν Ἱεροσολύμοις ποτὲ τὴν κόλασιν οὔτι ἀκούσιον ὑποστῆναι ὁμολογεῖται, κατὰ δὴ τὸν παλαιὸν χρόνον ἐνταῦθα πρὸς Σύρου ἀνδρὸς κομισθὲν λάθρα. καὶ αὐτὸ οἱ πάλαι ἄνθρωποι φυλακτήριον μέγα σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πιστεύοντες ἔσεσθαι θήκην αὐτοῦ ξυλίνην τινὰ πεποιημένοι κατέθεντο, ἣν δὴ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις ἐκόσμησαν, καὶ τρισὶ μὲν ἱερεῦσι παρέδοσαν, ἐφ’ ᾧ ξὺν πάσῃ ἀσφαλείᾳ φυλάξουσιν, ἐξάγοντες δὲ ἀνὰ πᾶν ἔτος πανδημεὶ ἐν ἡμέρᾳ προσκυνοῦσι μιᾷ. τότε οὖν ὁ τῶν Ἀπαμέων λεώς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἐπὶ σφᾶς ἐπύθοντο ἰέναι, ἐν δέει μεγάλῳ ἐγένοντο. Χοσρόην δὲ ἀκούοντες ὡς ἥκιστα ἀληθίζεσθαι καὶ παρὰ Θωμᾶν τὸν τῆς πόλεως ἀρχιερέα γενόμενοι ἐδέοντο τὸ τοῦ σταυροῦ ξύλον ἐπιδεῖξαι σφίσιν, ὅπως αὐτὸ ὕστατα προσκυνήσαντες τελευτήσωσιν. ὁ δὲ κατὰ ταῦτα ἐποίει. τότε δὴ θέαμα ξυνηνέχθη λόγου τε καὶ πίστεως κρεῖσσον ἐνταῦθα γενέσθαι. τὸ μὲν γὰρ ξύλον ὁ ἱερεὺς φέρων ἐδείκνυεν, ὕπερθεν δὲ αὐτοῦ σέλας πυρὸς ἐπεφέρετο καὶ τὸ κατ’ αὐτὸν τῆς ὀροφῆς μέρος φωτὶ πολλῷ ὑπὲρ τὸ εἰωθὸς κατελάμπετο. βαδίζόντος τε τοῦ ἱερέως πανταχῆ τοῦ νεὼ συμπροῄει τὸ σέλας, φυλάσσον ἀεὶ τὴν ὑπὲρ αὐτοῦ τῆς ὀροφῆς χώραν.