Ancient Greek · ~3 min
11.19 to 11.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.19-23
Not analysed yet
ὁ μὲν οὖν τῶν Ἀπαμέων δῆμος ὑπὸ τῆς τοῦ θαύματος ἡδονῆς ἐθαμβεῖτό τε καὶ ἐγεγήθει καὶ ἔκλαιεν, ἤδη τε ἅπαντες ὑπὲρ τῆς σωτηρίας τὸ θαρσεῖν εἶχον. ὁ δὲ Θωμᾶς, ἐπειδὴ περιῆλθε τὸν νεὼν ἅπαντα, καταθέμενος ἐν τῇ θήκῃ τὸ τοῦ σταυροῦ ξύλον ἐκάλυψε, καὶ τὸ σέλας ἐκ τοῦ αἰφνιδίου ἐπέπαυτο. μαθὼν δὲ τὸν τῶν πολεμίων στρατὸν ἄγχιστά που τῆς πόλεως ἥκειν, σπουδῇ πολλῇ παρὰ τὸν Χοσρόην ἀφίκετο. καὶ ὃς ἐπεὶ ἀνεπυνθάνετο τοῦ ἱερέως εἰ βουλομένοις τοῖς Ἀπαμεῦσιν εἴη ἀπὸ τοῦ περιβόλου ἀντιτάξασθαι τῷ Μήδων στρατῷ, ἀπεκρίνατο Θωμᾶς οὐδὲν τοῖς ἀνθρώποις τοιοῦτο ἐς ἔννοιαν ἥκειν. “Οὐκοῦν” ἔφη ὁ Χοσρόης “δέξασθέ με τῇ πόλει ξὺν ὀλίγοις τισὶ πάσαις ἀναπεπταμέναις ταῖς πύλαις.” ὁ ἱερεὺς εἶπεν “Ἐπ’ αὐτὸ γὰρ δὴ παρακαλέσων τοῦτο ἀφῖγμαι.” ὁ μὲν οὖν στρατὸς ἅπας ἐστρατοπεδεύσαντο διεσκηνημένοι πρὸ τοῦ περιβόλου,