Ancient Greek · ~4 min
11.26 to 11.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.26-30
Not analysed yet
τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν. οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον ὅπως τά τε διάφορα διαλύσουσι καὶ τὰ ἀμφὶ τῇ εἰρήνῃ εὖ θήσονται. ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγρην, ὃς δὴ πόλεως Νισίβιδος διέχει δυοῖν ἡμέραιν ὁδῷ μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον στέλλοιτο. πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν Κολχίδα ἣ νῦν Λαζικὴ ἐπικαλεῖται Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν. ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι. ἑκάτεροι οὖν διαλυθέντες ἐπ’ οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο, περιώδυνός τε ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἐς αὐτὸν ὕβρεως τίσασθαι.