Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.31
Not analysed yet
Μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ, ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου, τὸν Λαζικῆς λόγον προθείη, τὴν εἰρήνην ἐκκρούων Ὑπατίῳ τε κοινολογησάμενος πρότερον, ὃς δὴ βασιλεῖ τῷ οἰκείῳ εὐνοϊκῶς ὡς ἥκιστα ἔχων τήν τε εἰρήνην καὶ τὴν Χοσρόου ἐσποίησιν ἔργῳ ἐπιτελῆ οὐκ ἐῴη γενέσθαι, πολλὰ δὲ καὶ ἄλλα κατηγοροῦντες οἱ ἐχθροὶ τὸν Σεόσην ἐς δίκην ἐκάλουν.