Ancient Greek · ~7 min
11.36 to 11.46
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.36-46
Not analysed yet
ὑπεραίρουσα δὲ ταύτην ἐς κίνδυνον ἄγει. ὧν ἐνθυμούμενοι καὶ τῶν πολεμίων καταφρονοῦντες σιγήν τε καὶ κόσμον ἀσκεῖτε· τούτων γὰρ ἐπιμελούμενοι ῥᾷόν τε καὶ ἀπονώτερον τῆς τῶν βαρβάρων ἀκοσμίας κρατήσομεν.” ταῦτα μὲν Σολόμων εἶπεν. Οἱ δὲ τῶν Μαυρουσίων ἄρχοντες ἐπειδὴ καὶ αὐτοὶ τοὺς βαρβάρους καταπεπληγμένους τὴν τῶν Ῥωμαίων εὐκοσμίαν εἶδον, βουλόμενοι αὐτῶν τὸ πλῆθος ἐπὶ τὸ θαρσεῖν αὖθις ἀντικαθιστάναι, τοιάδε παρεκελεύσαντο· “Ὡς μὲν ἀνθρώπεια Ῥωμαῖοι σώματα ἔχουσι καὶ οἷα σιδήρῳ πλησσόμενα εἴκειν μεμαθήκαμεν, ὦ ξυστρατιῶται, οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν, πὴ δὲ ἁρπάσαντες δορυαλώτους ἡμῶν αὐτῶν πεποιήμεθα. τούτων δὲ τοιούτων ὄντων, ὡς καὶ νῦν αὐτῶν τῷ πλήθει παρὰ πολὺ προέχειν αὐχοῦμεν, ὁρᾶν πάρεστι. καὶ μὴν καὶ ὑπὲρ τῶν μεγίστων ἡμῖν ὁ ἀγών ἐστιν, ἢ Λιβύης πάσης κυρίοις εἶναι, ἢ τοῖς ἀλαζόσι τοῖσδε δουλεύειν. ὥστε ἡμῖν ἀνάγκη ὡς μάλιστα ἐν τῷ παρόντι ἀνδραγαθίζεσθαι. οἷς γὰρ ὑπὲρ τῶν ὅλων ὁ κίνδυνος, μὴ οὐχὶ εὐψυχοτάτοις εἶναι ἀξύμφορον. τῆς δὲ τῶν πολεμίων ὁπλίσεως ὑπερφρονεῖν ἡμᾶς προσήκει. ἤν τε γὰρ πεζῇ ἐφ’ ἡμᾶς ἴωσιν, οὐκ εὐσταλεῖς ἔσονται, ἀλλ’ ἡσσηθήσονται τοῦ Μαυρουσίων τάχους, καὶ τὴν ἵππον αὐτοῖς ἥ τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον τοῦ πολέμου θόρυβον ἡ τούτων κραυγὴ ὑπερηχοῦσα εἰς ἀταξίαν, ὥς γε τὸ εἰκός, καταστήσεται. καὶ τὴν ἐς Βανδίλους νίκην εἴ τις ἐκλογιζόμενος μὴ ἀνταγωνίστους αὐτοὺς οἴεται εἶναι, γνώμης ἁμαρτάνει. ἡ μὲν γὰρ τοῦ πολέμου ῥοπὴ τῇ τοῦ στρατηγοῦντος ἀρετῇ ἢ τύχῃ κρίνεσθαι πέφυκε· Βελισάριον δέ, ὃς τῆς Βανδίλων ἐπικρατήσεως αἴτιος γέγονεν, ἐκποδὼν νῦν ἡμῖν ἑστηκέναι πεποίηκε τὸ δαιμόνιον. ἄλλως τε καὶ ἡμεῖς Βανδίλους πολλάκις νενικηκότες περιελόντες τε τὴν αὐτῶν δύναμιν, ἑτοιμότερόν τε καὶ ἀπονώτερον Ῥωμαίοις τὸ κατ’ αὐτῶν πεποιήμεθα κράτος. καὶ νῦν δὲ πολεμίων τῶνδε κρατήσειν, ἢν ἐν τῷ ἔργῳ ἀνδραγαθίζησθε, ἐλπίδα ἔχομεν.”