Ancient Greek · ~6 min
11.47 to 11.56
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.47-56
Not analysed yet
Τοσαῦτα καὶ οἱ Μαυρουσίων ἄρχοντες παρακελευσάμενοι τῆς ξυμβολῆς ἦρχον. καὶ τὰ μὲν πρῶτα πολλὴ ἀκοσμία ἐς τὸ Ῥωμαίων στράτευμα ἐγεγόνει. οἱ γὰρ ἵπποι αὐτοῖς τῇ τε κραυγῇ καὶ τῇ ὄψει τῶν καμήλων ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἀπορριπτοῦντες τοὺς ἐπιβάτας οὐδενὶ κόσμῳ οἱ πλεῖστοι ἔφευγον. καὶ ἐν τούτῳ ἐπεκδρομὰς ποιούμενοι οἱ Μαυρούσιοι καὶ τὰ δοράτια ὅσα σφίσιν ἐν ταῖς χερσὶν ἦν ἀκοντίζοντες, θορύβου τε αὐτῶν ἐμπίπλασθαι τὸ στράτευμα ἐποίουν καὶ οὔτε ἀμυνομένους οὔτε ἐν τάξει μένοντας ἔπλησσον. ὕστερον δὲ Σολόμων, κατιδὼν τὰ πρασσόμενα, ἔκ τε τοῦ ἵππου ἀποθρώσκει πρῶτος καὶ τοὺς ἄλλους ἅπαντας ἐς τοῦτο ἐνάγει. καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοις τε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν· αὐτὸς δὲ στρατιώτας οὐχ ἧσσον ἢ πεντακοσίους ἐπαγόμενος ἐς τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν. οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους αἳ ταύτῃ εἱστήκεσαν κτείνειν. τότε Μαυρούσιοι μὲν ὅσοι ἐκείνῃ ἐτετάχατο ἐς φυγὴν ὥρμηντο, οἱ δὲ ξὺν τῷ Σολόμωνι κτείνουσι καμήλους ἀμφὶ διακοσίας, αὐτίκα τε ὁ κύκλος, ἐπεὶ αἱ κάμηλοι ἔπεσον, ἐσβατὸς Ῥωμαίοις ἐγένετο. καὶ αὐτοὶ μὲν δρόμῳ ἐς τὸ τοῦ κύκλου μέσον ἐχώρουν, ἔνθα αἱ Μαυρουσίων γυναῖκες ἐκάθηντο· οἱ δὲ βάρβαροι ἐκπεπληγμένοι ἐς τὸ ὄρος ὅπερ ἄγχιστα ἦν ἀποχωροῦσι, φεύγοντάς τε αὐτοὺς ξὺν πάσῃ ἀκοσμίᾳ ἐπισπόμενοι Ῥωμαῖοι ἔκτεινον. καὶ λέγονται Μαυρουσίων μύριοι ἐν τούτῳ τῷ πόνῳ ἀποθανεῖν· γυναῖκές τε πᾶσαι ξὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο. καὶ καμήλους οἱ στρατιῶται πάσας, ὅσας οὐκ ἔκτειναν, ἐληίσαντο. οὕτω τε Ῥωμαῖοι μὲν ξὺν πάσῃ τῇ λείᾳ ἐς Καρχηδόνα ᾔεσαν, τὴν ἐπινίκιον ἑορτὴν ἄξοντες.