Ancient Greek · ~7 min
12.11 to 12.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.11-21
Not analysed yet
ὅ τε Γουργένης ἐλάσσων ὀφθεὶς ἢ φέρειν τὴν Περσῶν ἔφοδον, ἐπεί οἱ τὰ ἐκ Ῥωμαίων οὐχ ἱκανὰ ἦν, ξὺν Ἰβήρων τοῖς λογίμοις ἅπασιν ἐς Λαζικὴν ἔφυγε, τήν τε γυναῖκα καὶ τοὺς παῖδας ξὺν τοῖς ἀδελφοῖς ἐπαγόμενος, ὧν δὴ Περάνιος ὁ πρεσβύτατος ἦν. ἐν δὲ τοῖς Λαζικῆς ὁρίοις γενόμενοι ἔμενον, ταῖς τε δυσχωρίαις φραξάμενοι τοὺς πολεμίους ὑφίσταντο. Πέρσαι δὲ αὐτοῖς ἐπισπόμενοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔπρασσον, τοῦ πράγματος σφίσι διὰ τὰς δυσχωρίας ἀντιστατοῦντος. Ἔπειτα δὲ οἵ τε Ἴβηρες ἐς Βυζάντιον παρεγένοντο καὶ Πέτρος ἐς βασιλέα μετάπεμπτος ἦλθε, καὶ τὸ λοιπὸν βασιλεὺς Λαζοῖς οὐ βουλομένοις ξυμφυλάσσειν τὴν χώραν ἠξίου, στράτευμά τε καὶ Εἰρηναῖον ἄρχοντα πέμψας. ἔστι δὲ φρούρια ἐν Λαζοῖς δύο εὐθὺς εἰσιόντι ἐκ τῶν Ἰβηρίας ὁρίων, ὧν ἡ φυλακὴ τοῖς ἐπιχωρίοις ἐκ παλαιοῦ ἐπιμελὴς ἦν, καίπερ ταλαιπωρίᾳ πολλῇ ἐχομένοις, ἐπεὶ οὔτε σῖτος ἐνταῦθα οὔτε οἶνος οὔτε ἄλλο τι ἀγαθὸν γίνεται. οὐ μὴν οὐδέ τι ἑτέρωθεν ἐσκομίζεσθαι διὰ τὴν στενοχωρίαν οἷόν τέ ἐστιν, ὅτι μὴ φερόντων ἀνθρώπων. ἐλύμοις μέντοι τισὶν ἐνταῦθα γιγνομένοις εἰθισμένον σφίσιν οἱ Λαζοὶ ἀποζῆν ἴσχυον. τούτους ἐξαναστήσας ἐνθένδε βασιλεὺς τοὺς φρουρούς, στρατιώτας Ῥωμαίους ἐκέλευεν ἐπὶ τῇ φυλακῇ τῶν φρουρίων καθίστασθαι. οἷς δὴ κατ’ ἀρχὰς μὲν ἐπιτήδεια μόλις Λαζοὶ ἔφερον, ὕστερον δὲ αὐτοί τε πρὸς τὴν ὑπουργίαν ἀπεῖπον καὶ Ῥωμαῖοι τὰ φρούρια ταῦτα ἐξέλιπον, οἵ τε Πέρσαι πόνῳ αὐτὰ οὐδενὶ ἔσχον. ταῦτα μὲν ἐν Λαζοῖς γέγονε. Ῥωμαῖοι δέ, Σίττα τε καὶ Βελισαρίου ἡγουμένων σφίσιν, ἐς Περσαρμενίαν τὴν Περσῶν κατήκοον ἐσβαλόντες χώραν τε πολλὴν ἐληίσαντο καὶ Ἀρμενίων πάμπολυ πλῆθος ἀνδραποδίσαντες ἀπεχώρησαν. τούτω δὲ τὼ ἄνδρε νεανία μὲν καὶ πρῶτον ὑπηνήτα ἤστην, Ἰουστινιανοῦ δὲ στρατηγοῦ δορυφόρω, ὃς δὴ χρόνῳ ὕστερον ξὺν Ἰουστίνῳ τῷ θείῳ τὴν βασιλείαν ἔσχεν. ἑτέρας δὲ ἐσβολῆς Ῥωμαίοις ἐς Ἀρμενίαν γεγενημένης Ναρσῆς τε καὶ Ἀράτιος παρὰ δόξαν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον.