Ancient Greek · ~7 min
12.1 to 12.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.1-10
Not analysed yet
Εὐθὺς δὲ Καβάδης, καίπερ ἐν σπουδῇ ἔχων ἐσβολήν τινα ἐς τῶν Ῥωμαίων ποιεῖσθαι τὴν γῆν, οὐδαμῆ ἴσχυσεν, ἐπεὶ αὐτῷ ἐναντίωμα τοιόνδε ξυνηνέχθη γενέσθαι. Ἴβηρες οἳ ἐν τῇ Ἀσίᾳ οἰκοῦσι πρὸς αὐταῖς που ταῖς Κασπίαις ἵδρυνται πύλαις, αἵπερ αὐτοῖς εἰσι πρὸς βορρᾶν ἄνεμον. καὶ αὐτῶν ἐν ἀριστερᾷ μὲν ἐχομένη πρὸς τὰς ἡλίου δυσμὰς Λαζική ἐστιν, ἐν δεξιᾷ δὲ πρὸς ἀνίσχοντα ἥλιον τὰ Περσῶν ἔθνη. οὗτος ὁ λεὼς Χριστιανοί τέ εἰσι καὶ τὰ νόμιμα τῆς δόξης φυλάσσουσι ταύτης πάντων μάλιστα ἀνθρώπων ὧν ἡμεῖς ἴσμεν, κατήκοοι μέντοι ἐκ παλαιοῦ τοῦ Περσῶν βασιλέως τυγχάνουσιν ὄντες. τότε δὲ αὐτοὺς ἤθελε Καβάδης ἐς τὰ νόμιμα τῆς αὑτοῦ δόξης βιάζεσθαι. καὶ αὐτῶν τῷ βασιλεῖ Γουργένῃ ἐπέστελλε τά τε ἄλλα ποιεῖν ᾗ Πέρσαι νομίζουσι καὶ τοὺς νεκροὺς τῇ γῇ ὡς ἥκιστα κρύπτειν, ἀλλ’ ὄρνισί τε ῥιπτεῖν καὶ κυσὶν ἅπαντας. διὸ δὴ Γουργένης προσχωρεῖν Ἰουστίνῳ βασιλεῖ ἤθελε τά τε πιστὰ ἠξίου λαβεῖν ὡς οὔποτε Ἴβηρας καταπροήσονται Πέρσαις Ῥωμαῖοι. ὁ δὲ ταῦτά τε αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ἐδίδου καὶ Πρόβον τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, ἄνδρα πατρίκιον, ξὺν χρήμασι πολλοῖς ἐς Βόσπορον ἔπεμψεν, ἐφ’ ᾧ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι πέμψῃ ἐς ξυμμαχίαν. ἔστι δὲ πόλις ἐπιθαλασσία ἡ Βόσπορος, ἐν ἀριστερᾷ μὲν ἐσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον, Χερσῶνος δὲ πόλεως, ἣ γῆς τῆς Ῥωμαίων ἐσχάτη ἐστίν, ὁδῷ διέχουσα ἡμερῶν εἴκοσιν. ὦν δὴ τὰ ἐν μέσῳ ἅπαντα Οὖννοι ἔχουσιν. οἱ δὲ Βοσπορῖται αὐτόνομοι μὲν τὸ παλαιὸν ᾤκουν, Ἰουστίνῳ δὲ βασιλεῖ ἔναγχος προσχωρεῖν ἔγνωσαν. ἐπεὶ δὲ Πρόβος ἐνθένδε ἄπρακτος ἀνεχώρησε, Πέτρον στρατηγὸν σὺν Οὔννοις τισὶν ἐς Λαζικὴν βασιλεὺς ἔπεμψε Γουργένῃ ὅση δύναμις ξυμμαχήσοντα. ἐν τούτῳ δὲ Καβάδης στράτευμα λόγου πολλοῦ ἄξιον ἐπί τε Γουργένην καὶ Ἴβηρας ἔπεμψε καὶ στρατηγὸν ἄνδρα Πέρσην, οὐαρίζην μὲν τὸ ἀξίωμα, Βόην δὲ ὄνομα.