Ancient Greek · ~2 min
12.20 to 12.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.20-22
Not analysed yet
ὑμᾶς δὲ προσήκει μήτε χειρῶν ἄρχειν ἀδίκων μήτε τι φέρεσθαι τῶν ἀλλοτρίων· ὡς οὐ περιόψομαί γε οὐδὲ ὑμῶν τινα συστρατιώτην ἐμὸν ἡγήσομαι εἶναι, κἂν πάνυ φοβερὸς τοῖς πολεμίοις εἶναι δοκῇ ὃς ἂν μὴ καθαραῖς ταῖς χερσὶν ἐς τοὺς ἀντιπάλους δύνηται χρῆσθαι. τὸ γὰρ ἀνδρεῖον οὐκ ἂν νικῴη μὴ μετὰ τοῦ δικαίου ταττόμενον.” Βελισάριος μὲν τοσαῦτα εἶπεν. ἡ δὲ στρατιὰ ξύμπασα, ἐπειδὴ τά τε λεγόμενα ἤκουσαν καὶ ἐς τὼ ἀνεσκολοπισμένω ἀνέβλεψαν, ἐς δέος τι ἀμήχανον ἦλθον καὶ σωφρόνως βιοτεύειν ἐν νῷ ἔλαβον, ὡς οὐκ ἔξω κινδύνου μεγάλου ἐσόμενοι, ἤν τι οὐκ ἔννομον ποιοῦντες ἁλοῖεν.