Ancient Greek · ~7 min
12.11 to 12.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.11-2-19
Not analysed yet
“Εἰ μὲν πρὸς ἄνδρας νῦν πρῶτον εἰς πόλεμον καθισταμένους οἱ λόγοι ἐγίνοντο, μακροῦ ἄν μοι ἐδέησε χρόνου λέξαντα πεῖσαι ὑμᾶς ἡλίκον ἐστὶν ἐφόδιον εἰς τροπαίου κτῆσιν τὸ δίκαιον. οἱ γὰρ οὐκ ἐξεπιστάμενοι τὰς τῶν τοιούτων ἀγώνων τύχας ἐν ταῖς χερσὶ μόναις οἴονται εἶναι τὸ τοῦ πολέμου πέρας. ὑμεῖς δέ, οἳ πολλάκις μὲν νενικήκατε πολεμίους οὔτε τοῖς σώμασιν ἐλασσουμένους καὶ πρὸς ἀνδρίαν ἱκανῶς πεφυκότας, πολλάκις δὲ τῶν ἐναντίων ἐν πείρᾳ γεγένησθε, οὐκ ἀγνοεῖτε, οἶμαι, ὡς μάχονται μὲν ἐξ ἑκατέρας ἀεὶ στρατιᾶς ἄνθρωποι, βραβεύει δὲ ὁ θεὸς ὅπως ποτὲ αὐτῷ δοκεῖ καὶ τὸ τοῦ πολέμου δίδωσι κράτος. ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, τήν τε τοῦ σώματος εὐεξίαν καὶ τὴν ἐν τοῖς ὅπλοις ἐπιμέλειαν καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν περὶ ἐλάσσονος προσήκει τοῦ τε δικαίου καὶ τῶν εἰς θεὸν ἡκόντων ποιεῖσθαι. τὸ γὰρ μάλιστα ξυνενεγκεῖν τοῖς δεομένοις δυνάμενον μᾶλλον ἂν εἰκότως πρὸς ἐκείνων τιμῷτο. πρῶτον δ’ ἂν τοῦ δικαίου γένοιτο γνώρισμα ἡ τῶν ἀδίκως ἀνῃρηκότων ποινή. εἰ γὰρ τό τε δίκαιον καὶ τὸ ἄδικον κρίνειν τε καὶ ὀνομάζειν ἐκ τῶν εἰς τοὺς πέλας ἀεὶ πρασσομένων ἐπάναγκες, οὐδὲν ἂν γένοιτο μᾶλλον ἀνθρώπῳ τῆς ψυχῆς ἔντιμον. εἰ δέ τις βάρβαρος, ὅτι τὸν ξυγγενῆ μεθύων ἀνεῖλεν, ἀξιοῖ συγγνώμονα ἔχειν τὴν δίκην, δι’ ὧν ἀπολύεσθαι τὰς αἰτίας φησὶ χείρω εἰκότως εἶναι ποιεῖ τὰ ἐγκλήματα. οὔτε γὰρ οὕτω μεθύειν ἄξιον ἄλλως τε καὶ τὸν ἐν στρατοπέδῳ βαδίζοντα, ὥστε ἀναιρεῖν τοὺς φιλτάτους ἑτοίμως, ἀλλ’ αὐτή γε ἡ μέθη, κἂν ὁ φόνος ἥκιστα ἐπιγένηται, ποινῆς ἀξία, τό τε ξυγγενὲς ἀδικούμενον περὶ πλείονος ἂν τῶν οὐ προσηκόντων ἐς τιμωρίαν τοῖς γε νοῦν ἔχουσι φαίνοιτο. τὸ μὲν οὖν παράδειγμα καὶ ἡ τῶν πραττομένων ἀπόβασις ὁποία ποτέ ἐστιν ὁρᾶν πάρεστιν.