Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.5
Not analysed yet
τούτους δὲ εἰς τὴν οἰκίαν εἰσαγαγόντα κελεῦσαι καταθεῖναι ἐν τῷ προστώῳ ἣν ἔφερον γῆν· οὗ δὴ Βελισάριον ἅμα τοῖς δορυφόροις ἥκοντα, αὐτόν τε κατακλίνεσθαι ἐν τῇ γῇ ἐκείνῃ καὶ τὰ ἄνθη ἐσθίειν, τοῖς τε ἄλλοις αὐτὸ δὴ τοῦτο ποιεῖν ἐγκελεύεσθαι, κατακλινομένοις τε σφίσι καὶ ἐσθίουσιν ὥσπερ ἐπὶ στιβάδος ἡδεῖαν κομιδῆ τὴν βρῶσιν φανῆναι. τὰ μὲν δὴ τῆς ὄψεως τοῦ ὀνείρου ταύτῃ πη ἔσχεν.