Ancient Greek · ~2 min
12.6 to 12.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.6-9
Not analysed yet
Ὁ δὲ ξύμπας στόλος τῇ στρατηγίδι νηὶ εἵπετο, καὶ προσέσχον Περίνθῳ, ἣ νῦν Ἡράκλεια ἐπικαλεῖται, ἔνθα δὴ πέντε ἡμερῶν χρόνος τῇ στρατιᾷ ἐτρίβη, ἐπεὶ βασιλεὺς ἵπποις ὅτι μάλιστα πλείστοις τὸν στρατηγὸν ἐνταῦθα ἐδωρεῖτο ἐκ τῶν βασιλικῶν ἱπποφορβίων, ἅ οἱ νέμονται ἐς τὰ ἐπὶ Θρᾴκης χωρία. ὅθεν δὴ ἀπάραντες Ἀβύδῳ προσωρμίσαντο, καὶ σφίσι ξυνέπεσε τῇδε διὰ τὴν νηνεμίαν ἡμέρας διατρίβουσι τέσσαρας πρᾶγμα τοιόνδε ξυνενεχθῆναι. Μασσαγέται δύο τῶν τινα ἑταίρων ἐν τῇ ἀκρατοποσίᾳ ἐρεσχελοῦντα σφᾶς, ἅτε οἰνωμένω, ἀνειλέτην. πάντων γὰρ ἀνθρώπων μάλιστά εἰσιν ἀκρατοπόται οἱ Μασσαγέται. Βελισάριος οὖν αὐτίκα τὼ ἄνδρε τούτω ἐν τῷ κολωνῷ ὃς ἄγχι Ἀβύδου ἐστὶν ἀνεσκολόπισε.