Ancient Greek · ~8 min
13.1 to 13.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.1-6-12
Not analysed yet
Μετὰ δὲ Τουτίλας ἐπὶ Ῥώμην ᾔει, καὶ ἐπεὶ ἀγχοῦ ἐγένετο, ἐς πολιορκίαν καθίστατο· τοὺς μέντοι γεωργοὺς οὐδὲν ἄχαρι ἀνὰ πᾶσαν τὴν Ἰταλίαν εἰργάσατο, ἀλλὰ τὴν γῆν ἀδεῶς ἐκέλευεν, ᾗπερ εἰώθασιν, ἐς ἀεὶ γεωργεῖν, τοὺς φόρους αὐτῷ ἀποφέροντας ὅσους τὸ πρότερον ἔς τε τὸ δημόσιον καὶ ἐς τοὺς κεκτημένους ἀποφέρειν ἠξίουν. Γότθων δέ τινων ἄγχιστα τοῦ Ῥώμης περιβόλου ἀφικομένων Ἀρτασίρης τε καὶ Βαρβατίων, πολλούς τε τῶν ἑπομένων ἐπαγαγόμενοι, Βέσσα ὡς ἥκιστα ἐπαινοῦντος, ἐπεκδρομὴν ἐπ’ αὐτοὺς ἐποιήσαντο. καὶ πολλοὺς μὲν εὐθὺς ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. οἷς δὴ ἐπισπόμενοι, ἔς τε τὴν δίωξιν ἐπὶ πλεῖστον ἐκπεπτωκότες ἐνέδραις ὑπὸ τῶν πολεμίων ἐνέτυχον. οὗ δὴ τοὺς πλείστους ἀποβαλόντες αὐτοὶ ξὺν ὀλίγοις τισὶ διέφυγον μόλις, καὶ τὸ λοιπὸν ἐπεξιέναι τοῖς ἐναντίοις, καίπερ ἐγκειμένοις, οὐκέτι ἐτόλμων. Καὶ ἀπ’ αὐτοῦ λιμός τις ἀκριβὴς τοὺς Ῥωμαιους ἐπίεζεν, οὐκέτι δυναμένους τι τῶν ἀναγκαίων ἐκ τῶν ἀγρῶν εἰσκομίζεσθαι, καὶ τῶν ἐκ θαλάσσης ἀποκεκλεισμένων φορτίων. ἐπειδὴ γὰρ Γότθοι Νεάπολιν εἷλον, ναυτικὸν ἐνταῦθα καταστησάμενοι ἀκάτων πολλῶν κἀν ταῖς νήσοις ταῖς Αἰόλου καλουμέναις καὶ ὅσαι ἄλλαι τῇδε ἐπίκεινται, ἐς τὸ ἀκριβὲς τὸν διάπλουν ἐφύλασσον. ὅσαι οὖν νῆες ἐκ Σικελίας ἀναγόμεναι ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, πᾶσαι γεγόνασιν αὐτοῖς ἀνδράσιν ὑπὸ ταῖς ἐκείνων χερσί. Τουτίλας δὲ στράτευμα ἐς Αἰμιλίαν πέμψας, πόλιν Πλακεντίαν ἐξελεῖν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐκέλευεν. αὕτη δὲ πρώτη μέν ἐστιν Αἰμιλίων τῆς χώρας, ὀχύρωμα ἰσχυρὸν ἔχουσα. πρὸς δὲ τῷ ποταμῷ Ἠριδανῷ κεῖται καὶ μόνη τῶν τῇδε χωρίων Ῥωμαίων κατήκοος οὖσα ἔτι ἐλέλειπτο. ἐπεὶ δὲ ὁ στρατὸς οὗτος Πλακεντίας ἀγχοῦ ἐγένοντο, λόγους προὔφερον τοῖς ἐνταῦθα φρουροῖς, ὅπως τὴν πόλιν ὁμολογίᾳ Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοῖεν. ὡς δὲ οὐδὲν σφίσι προὐχώρει, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, τῶν ἐπιτηδείων ἐνδεῖν τοὺς ἐν τῇ πόλει αἰσθόμενοι. Τότε τοῖς ἐν Ῥώμῃ τοῦ βασιλέως στρατοῦ ἄρχουσιν ὑποψία προδοσίας πέρι ἐγένετο ἐς Κέθηγον, πατρίκιον ἄνδρα καὶ πρῶτον τῆς Ῥωμαίων βουλῆς. διὸ δὴ ἐς Κεντουκέλλας ἀπιὼν ᾤχετο.