Ancient Greek · ~7 min
13.13 to 13.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.13-3-21
Not analysed yet
Βελισάριος δὲ περί τε τῇ Ῥώμῃ καὶ τοῖς ὅλοις πράγμασι δείσας, ἐπεὶ ἐκ Ῥαβέννης ἀμύνειν ἄλλως τε καὶ στρατῷ ὀλίγῳ ἀδύνατα ἦν, ἀπανίστασθαί τε ἐνθένδε καὶ τὰ ἐπὶ Ῥώμης χωρία καταλαβεῖν ἔγνω, ὅπως δὴ ἀγχοῦ γενόμενος τοῖς ταύτῃ κάμνουσιν ἐπιβοηθεῖν οἷός τε εἴη. καί οἱ τὸ κατ’ ἀρχὰς ἐς Ῥάβενναν ἀφικομένῳ μετέμελεν, ἃ δὴ Βιταλίῳ ἀναπεισθεὶς ἔδρασε πρότερον οὐκ ἐπὶ τῷ τῶν βασιλέως πραγμάτων ξυμφόρῳ, ἐπεὶ ἐνταῦθα καθείρξας αὑτὸν ἐδεδώκει τοῖς πολεμίοις κατ’ ἐξουσίαν τὴν τοῦ πολέμου διοικεῖσθαι ῥοπήν. καί μοι ἔδοξεν ἢ Βελισάριον ἑλέσθαι τὰ χείρω, ἐπεὶ χρῆν τότε Ῥωμαίοις γενέσθαι κακῶς, ἢ βεβουλεῦσθαι μὲν αὐτὸν τὰ βελτίω, ἐμπόδιον δὲ τὸν θεὸν γεγονέναι, Τουτίλᾳ τε καὶ Γότθοις ἐπικουρεῖν ἐν νῷ ἔχοντα, καὶ ἀπ’ αὐτοῦ τῶν βουλευμάτων τὰ βέλτιστα ἐς πᾶν τοὐναντίον Βελισαρίῳ ἀποκεκρίσθαι. οἷς μὲν γὰρ ἐπιπνεῖ ἐξ οὐρίας τὸ πνεῦμα τῆς τύχης καὶ τὰ χείριστα βουλευομένοις οὐδὲν ἀπαντιάσει δεινόν, ἀντιπεριάγοντος αὐτὰ τοῦ δαιμονίου ἐς πᾶν ξύμφορον· ἀνδρὶ δέ, οἶμαι, κακοτυχοῦντι εὐβουλία οὐδαμῆ πάρεστι, παραιρουμένου αὐτὸν ἐπιστήμην τε καὶ ἀληθῆ δόξαν τοῦ χρῆναι παθεῖν. ἢν δέ τι καὶ βουλεύσηταί ποτε τῶν δεόντων, ἀλλὰ πνέουσα τῷ βουλεύσαντι ἀπ’ ἐναντίας εὐθὺς ἡ τύχη ἀντιστρέφει αὐτῷ τὴν εὐβουλίαν ἐπὶ τὰ πονηρότατα τῶν ἀποβάσεων. ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε ἐκείνῃ ἔχει οὐκ ἔχω εἰπεῖν. Βελισάριος δὲ Ἰουστῖνον ἐπὶ τῇ Ῥαβέννης φυλακῇ καταστησάμενος ξὺν ὀλίγοις τισὶν αὐτὸς ἐνθένδε διά τε Δαλματίας καὶ τῶν ταύτῃ χωρίων κομίζεται ἐς Ἐπίδαμνον, ἵνα δὴ στράτευμα ἐκ Βυζαντίου καραδοκῶν ἡσυχῆ ἔμενε. γράψας τε βασιλεῖ γράμματα, τύχας τὰς παρούσας ἐσήγγελλεν. ὁ δέ οἱ οὐ πολλῷ ὕστερον Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀνεψιὸν καὶ Ἰσαάκην Ἀρμένιον Ἀρατίου τε καὶ Ναρσοῦ ἀδελφὸν ξὺν στρατῷ ἔπεμψε βαρβάρων τε καὶ Ῥωμαίων στρατιωτῶν. οἳ δὴ ἐς Ἐπίδαμνον ἀφικόμενοι Βελισαρίῳ ξυνέμιξαν. Καὶ Ναρσῆν δὲ τὸν εὐνοῦχον παρὰ τῶν Ἐρούλων τοὺς ἄρχοντας ἔπεμψεν, ἐφ’ ᾧ δὴ αὐτῶν τοὺς πολλοὺς πείσει ἐς Ἰταλίαν στρατεύεσθαι.