Ancient Greek · ~7 min
13.11 to 13.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.11-20
Not analysed yet
ταῦτά τε αὐτοῦ διέποντος καὶ ἀνέμων ἥκιστα ἐπιγινομένων, ἐπῆλθε πολλοῖς τῶν στρατιωτῶν νόσῳ διαφθαρῆναι ἐξ αἰτίας τοιᾶσδε. Ὁ τῆς αὐλῆς ἔπαρχος Ἰωάννης φλαῦρός τε ἦν τὸν τρόπον καὶ οὕτω δυνατὸς εἰς τὸ προσαγαγεῖν εἰς τὸ δημόσιον ἐπινοῆσαι χρήματα ἐπὶ λύμῃ ἀνθρώπων, ὡς οὐκ ἄν ποτε ἔγωγε φράσαι ἱκανῶς ἔχοιμι. ἀλλὰ ταῦτα μὲν καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἡνίκα πρὸς τῆς ἱστορίας ἐς τόδε ἠγόμην τοῦ λόγου. τὰ δὲ νῦν ὅτῳ ποτὲ τρόπῳ τούτους δὴ τοὺς στρατιώτας διεχρήσατο ἐρῶν ἔρχομαι. τὸν ἄρτον ᾧ δὴ μέλλουσιν ἐν τῷ στρατοπέδῳ οἱ στρατιῶται σιτίζεσθαι, δὶς μὲν ἐπάναγκες ἐς τὸν πνιγέα εἰσάγεσθαι, ἐπιμελῶς δὲ οὕτως ὀπτᾶσθαι ὥστε ἐξικνεῖσθαί τε ἐπὶ πλεῖστον καὶ μὴ χρόνῳ βραχεῖ διαφθείρεσθαι, τόν τε οὕτως ὀπτώμενον ἄρτον ἀνάγκη ἐλάσσω τὸν σταθμὸν ἕλκειν· καὶ διὰ τοῦτο ἐν ταῖς τοιαῖσδε ἀρτοδαισίαις εἰώθασιν οἱ στρατιῶται τοῦ συνειθισμένου σταθμοῦ τὸ τεταρτημόριον ἀποτέμνεσθαι. Ἰωάννης οὖν λογισάμενος ὅπως ἐλάσσω τε τὰ ξύλα καὶ τὸν μισθὸν τοῖς ἀρτοποιοῖς ἥσσονα δοίη, καὶ ὅπως οἱ οὐκ ἐνδεὴς ὁ σταθμὸς εἴη, ὠμὸν ἔτι τὸν ἄρτον ἐς τὸ δημόσιον βαλανεῖον ἐσκομίσας τὸν Ἀχιλλέα, οὗ δὴ ἔνερθεν τὸ πῦρ καίεται, καταθέσθαι ἐκέλευσε. καὶ ἐπειδὴ ἀμωσγέπως ὀπτᾶσθαι ἐδόκει, ἐμβαλὼν θυλακίοις ἐνθέμενός τε ἐν ταῖς ναυσὶν ἔστελλε. καὶ ἐπεὶ ὁ στόλος ἐς Μεθώνην ἀφίκετο, διαρρυέντες οἱ ἄρτοι ἐπανῆκον αὖθις ἐς ἄλευρα, οὐχ ὑγιᾶ μέντοι, σεσηπότα δὲ καὶ εὐρωτιῶντα καί τινα ὀσμὴν ἤδη βαρεῖαν φέροντα. ἐχορήγουν τε αὐτὰ τοῖς στρατιώταις πρὸς μέτρον οἷς προσέκειτο ἡ τιμὴ αὕτη, χοίνιξί τε ἤδη καὶ μεδίμνοις τὴν ἀρτοδαισίαν ποιούμενοι. τούτοις δὲ οἱ στρατιῶται ὥρᾳ θέρους ἐν χωρίῳ αὐχμοὺς ἔχοντι σιτιζόμενοι ἐνόσησάν τε καὶ αὐτῶν ἀπέθανον οὐχ ἧσσον ἢ πεντακόσιοι· ὃ δὴ καὶ τοῖς πλείοσι ξυμπεσεῖν ἔμελλεν, ἀλλὰ Βελισάριος διεκώλυσεν, ἄρτους αὐτοῖς ἐπιχωρίους χορηγεῖσθαι κελεύσας. βασιλεῖ δὲ τὸ πρᾶγμα δηλώσας αὐτὸς μὲν ηὐδοκίμησεν, οὐ μήν τινα τότε Ἰωάννῃ ζημίαν ἤνεγκε.