Ancient Greek · ~3 min
13.21 to 13.24
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.21-3-24
Not analysed yet
Ταῦτα μὲν δὴ οὕτως ἐγένετο. ἐκ δὲ Μεθώνης ὁρμηθέντες ἀφίκοντο ἐς τὸν Ζακυνθίων λιμένα, ἔνθα δὴ ὕδωρ τε ἐμβεβλημένοι ὅσον σφίσιν ἐξικνεῖσθαι ἔμελλε τὸ Ἀδριατικὸν πέλαγος διαπλέουσι καὶ τὰ ἄλλα παρασκευασάμενοι ἔπλεον. ἀνέμου δὲ σφίσι μαλακοῦ τε καὶ νωθροῦ κομιδῆ ἐπιπνεύσαντος ἑκκαιδεκαταῖοι κατέπλευσαν τῆς Σικελίας ἐς χῶρον ἔρημον, οὗ τὸ ὄρος ἐγγὺς ἡ Αἴτνη ἀνέχει. ἐν δὲ τῷ διάπλῳ τούτῳ διατρίψασιν αὐτοῖς ὥσπερ εἴρηται, ξυνέπεσεν ἅπασι διαφθαρῆναι τὰ ὕδατα, πλήν γε δὴ οὗ Βελισάριός τε αὐτὸς καὶ οἱ ξυμπόται ἔπινον. τοῦτο γὰρ διεσώσατο μόνον ἡ Βελισαρίου γυνὴ τρόπῳ τοιῷδε. ἀμφορέας ἐξ ὑάλου πεποιημένους ὕδατος ἐμπλησαμένη οἰκίσκον τε ἐκ σανίδων ποιήσασα ἐν κοίλῃ νηὶ ἔνθα δὴ τῷ ἡλίῳ ἐσιέναι ἀδύνατα ἦν, ἐνταῦθα ἐς ψάμμον τοὺς ἀμφορέας κατέχωσε, ταύτῃ τε ἀπαθὲς τὸ ὕδωρ διέμεινε. τοῦτο μὲν οὖν οὕτως ἔσχε.