Ancient Greek · ~6 min
13.21 to 13.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.21-4-29
Not analysed yet
τοὺς γὰρ ἐχθρὸν τὸν αὐτὸν ἔχοντας ἀλλήλοις ἐς εὔνοιάν τε καὶ ξυμμαχίαν συνάπτεσθαι ἡ τῶν πραγμάτων εἰσηγεῖται φύσις. ἔπειτα, ἢν καὶ πρὸς ἑκάτερον στρατόπεδον χωρὶς τὸν πόλεμον διενέγκωμεν, λελείψεται ἡμῖν ἀμφοτέρων ἡσσῆσθαι. ἄμεινον οὖν ὀλίγῳ ἡμᾶς ἐλασσουμένους τὰ πλεῖστα τῆς ἀρχῆς διασώσασθαι, ἢ πάντα ἔχειν ἐφιεμένους ξὺν πάσῃ τῇ τῆς ἡγεμονίας δυνάμει πρὸς τῶν πολεμίων ἀπολωλέναι. οἶμαι τοίνυν ὡς, ἢν Γαλλίας τὰς σφίσιν ὁμόρους Γερμανοῖς δῶμεν, καὶ χρήματα ὅσα ξὺν τῇ χώρᾳ ταύτῃ Θευδάτος αὐτοῖς ὡμολόγησε δώσειν, οὐχ ὅσον ἀποτρέψονται τὸ ἐς ἡμᾶς ἔχθος, ἀλλὰ καὶ πόλεμον ἡμῖν ξυλλήψονται τόνδε. ὅπως δὲ αὖθις, εὖ φερομένων τῶν πραγμάτων ἡμῖν, Γαλλίας ἀνακτησώμεθα, ὑμῶν διαλογιζέσθω μηδείς. ἐμὲ γάρ τις παλαιὸς εἰσέρχεται λόγος, τὸ παρὸν εὖ τιθέναι κελεύων.” Ταῦτα ἀκούσαντες οἱ Γότθων λόγιμοι, ξύμφορά τε οἰόμενοι αὐτὰ εἶναι, ἐπιτελῆ γενέσθαι ἤθελον. στέλλονται τοίνυν πρέσβεις αὐτίκα ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ’ ᾧ Γαλλίας τε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι καὶ ὁμαιχμίαν ποιήσονται. Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτός τε καὶ Θευδίβερτος καὶ Κλοαδάριος, οἳ Γαλλίας τε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι, καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι, ἀλλ’ ἐκ τῶν σφίσι κατηκόων ἐθνῶν. ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοί τε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν. οἱ μὲν οὖν πρέσβεις ἐφ’ οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν. τότε δὲ καὶ Μαρκίαν σὺν τοῖς ἑπομένοις Οὐίττιγις μετεπέμπετο.