Ancient Greek · ~7 min
14.1 to 14.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.1-5-10
Not analysed yet
Ἐν ᾧ δὲ ταῦτα Οὐίττιγις ἔπρασσεν, ἐν τούτῳ Βελισάριος ἐς Ῥώμην ἰέναι παρεσκευάζετο. ἀπολέξας οὖν ἄνδρας ἐκ καταλόγου πεζικοῦ τριακοσίους καὶ Ἡρωδιανὸν ἄρχοντα ἐπὶ τῇ Νεαπόλεως φυλακῇ κατεστήσατο. ἔπεμψε δὲ καὶ ἐς Κύμην φρουρούς, ὅσους ᾤετο τῇ τοῦ ἐνταῦθα φρουρίου φυλακῇ ἱκανοὺς ἔσεσθαι. ἄλλο γάρ τι ὀχύρωμα ἐν Καμπανίᾳ, ὅτι μὴ ἐν Κύμῃ τε καὶ ἐν Νεαπόλει, οὐκ ἦν. ἐν ταύτῃ τῇ Κύμῃ οἱ ἐπιχώριοι τὸ Σιβύλλης δεικνύουσι σπήλαιον ἔνθα δὴ αὐτῆς τὸ μαντεῖον γεγενῆσθαί φασιν· ἐπιθαλασσία δὲ ἡ Κύμη ἐστί, Νεαπόλεως ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους διέχουσα. Βελισάριος μὲν οὖν διεκόσμει τὸ στράτευμα, Ῥωμαῖοι δέ, δείσαντες μὴ σφίσι ξυμβαίη ὅσα Νεαπολίταις ξυμπέπτωκε, λογισάμενοι ἔγνωσαν ἄμεινον εἶναι τῇ πόλει τὸν βασιλέως στρατὸν δέξασθαι. μάλιστα δὲ αὐτοὺς Σιλβέριος ἐς τοῦτο ἐνῆγεν, ὁ τῆς πόλεως ἀρχιερεύς. Φιδέλιόν τε πέμψαντες, ἄνδρα ἐκ Μεδιολάνου ὁρμώμενον, ἣ ἐν Λιγούροις κεῖται, ὃς δὴ Ἀταλαρίχῳ παρήδρευε πρότερον ʽκοιαίστωρα δὲ τὴν ἀρχὴν ταύτην καλοῦσι Ῥωμαῖοἰ, Βελισάριον ἐς Ῥώμην ἐκάλουν, ἀμαχητὶ τὴν πόλιν παραδώσειν ὑποσχόμενοι. ὁ δὲ διὰ τῆς Λατίνης ὁδοῦ ἀπῆγε τὸ στράτευμα, τὴν Αππίαν ὁδὸν ἀφεὶς ἐν ἀριστερᾷ, ἣν Ἄππιος ὁ Ῥωμαίων ὕπατος ἐννακοσίοις ἐνιαυτοῖς πρότερον ἐποίησέ τε καὶ ἐπώνυμον ἔσχεν. Ἔστι δὲ ἡ Ἀππία ὁδὸς ἡμερῶν πέντε εὐζώνῳ ἀνδρί· ἐκ Ῥώμης γὰρ αὕτη ἐς Καπύην διήκει. εὖρος δέ ἐστι τῆς ὁδοῦ ταύτης ὅσον ἁμάξας δύο ἀντίας ἰέναι ἀλλήλαις, καὶ ἔστιν ἀξιοθέατος πάντων μάλιστα. τὸν γὰρ λίθον ἅπαντα, μυλίτην τε ὄντα καὶ φύσει σκληρόν, ἐκ χώρας ἄλλης μακρὰν οὔσης τεμὼν Ἄππιος ἐνταῦθα ἐκόμισε· ταύτης γὰρ δὴ τῆς γῆς οὐδαμῆ πέφυκε. λείους δὲ τοὺς λίθους καὶ ὁμαλοὺς ἐργασάμενος, ἐγγωνίους τε τῇ ἐντομῇ πεποιημένος, ἐς ἀλλήλους ξυνέδησεν, οὔτε χάλικα ἐντὸς οὔτε τι ἄλλο ἐμβεβλημένος. οἱ δὲ ἀλλήλοις οὕτω τε ἀσφαλῶς συνδέδενται καὶ μεμύκασιν, ὥστε ὅτι δὴ οὐκ εἰσὶν ἡρμοσμένοι, ἀλλ’ ἐμπεφύκασιν ἀλλήλοις, δόξαν τοῖς ὁρῶσι παρέχονται·