Ancient Greek · ~7 min
13.22 to 13.31
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.22-31
Not analysed yet
πανταχῆ δὲ τῆς τάφρου οἵ τε τῶν ἱππέων κατάλογοι καὶ ὁ πεζὸς στρατὸς ἵστατο. ὧν δὴ ὄπισθεν οἵ τε ἀμφὶ Βελισάριον καὶ Ἑρμογένην κατὰ μέσους εἱστήκεσαν. ὧδε μὲν Ῥωμαῖοι ἐς πεντακισχιλίους τε καὶ δισμυρίους ξυνιόντες ἐτάξαντο, Περσῶν δὲ ὁ στρατὸς μυριάδες μὲν τέσσαρες ἱππέων τε καὶ πεζῶν ἦσαν, ἐφεξῆς δὲ ἅπαντες μετωπηδὸν ἵσταντο, ὡς βαθύτατον τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι. χρόνον μὲν οὖν πολὺν μάχης ἐς ἀλλήλους οὐδέτεροι ἦρχον, ἀλλὰ θαυμάζουσί τε τὴν Ῥωμαίων εὐκοσμίαν Πέρσαι ἐῴκεσαν καὶ ὅ τι χρήσονται τοῖς παροῦσιν ἀπορουμένοις. Τῆς δὲ ἡμέρας ἀμφὶ δείλην ὀψίαν μοῖρά τις τῶν ἱππέων οἳ κέρας τὸ δεξιὸν εἶχον, ἀποσχισθέντες τοῦ ἄλλου στρατοῦ, τοῖς ἀμφὶ Βούζην τε καὶ Φάραν ἐπῆλθον. οἱ δὲ ὀπίσω κατὰ βραχὺ ὑπεχώρησαν. Πέρσαι δὲ αὐτοὺς οὐκ ἐδίωξαν, ἀλλ’ αὐτοῦ ἔμενον, κύκλωσιν, οἶμαι, πρὸς τῶν πολεμίων τινὰ δείσαντες. μετὰ δὲ Ῥωμαῖοι μὲν οἱ φυγόντες ἐκ τοῦ αἰφνιδίου πρὸς αὐτοὺς ὥρμησαν. οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ὀπίσω ἀπήλαυνον ἐς τὴν φάλαγγα, καὶ αὖθις οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν ἐν χώρᾳ τῇ οἰκείᾳ ἐτάξαντο. ἐν τούτῳ τῷ ἔργῳ Περσῶν ἑπτὰ ἔπεσον, ὧν δὴ τῶν σωμάτων Ῥωμαῖοι ἐκράτησαν, καὶ τὸ λοιπὸν ἡσυχάζοντες ἐν τάξει ἑκάτεροι ἔμενον. εἷς δὲ ἀνὴρ Πέρσης νεανίας, ἄγχιστα τοῦ Ῥωμαίων στρατοῦ τὸν ἵππον ἐλάσας, προὐκαλεῖτο ἅπαντας εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι. καὶ τῶν μὲν ἄλλων ὑποστῆναι τὸν κίνδυνον ἐτόλμα οὐδείς, Ἀνδρέας δὲ ἦν τις ἐν τοῖς Βούζου οἰκείοις, οὐ στρατιώτης μὲν οὐδέ τι ἀσκήσας τῶν κατὰ τὸν πόλεμον πώποτε, παιδοτρίβης δὲ καὶ παλαίστρᾳ τινὶ ἐν Βυζαντίῳ ἐφεστηκώς. διὸ δὴ καὶ τῷ στρατῷ εἵπετο, ἅτε τοῦ Βούζου σώματος ἐν βαλανείῳ ἐπιμελούμενος, γένος δὲ Βυζάντιος ἦν. οὗτος ἐθάρσησε μόνος, οὔτε Βούζου οὔτε ἄλλου ὁτουοῦν ἐπαγγείλαντος, αὐτόματος τῷ ἀνθρώπῳ ἐς μονομαχίαν ἐπεξιέναι. φθάσας δὲ τὸν βάρβαρον ἔτι περισκοπούμενον ὅπη ὁρμήσεται, παρὰ μαζὸν τὸν δεξιὸν τῷ δόρατι παίει.