Ancient Greek · ~6 min
13.32 to 13.39
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.32-39
Not analysed yet
ὁ δὲ πληγὴν ἀνδρὸς ἰσχυροῦ λίαν οὐκ ἐνεγκὼν ἐκ τοῦ ἵππου ἐς ἔδαφος πίπτει. καὶ αὐτὸν Ἀνδρέας μαχαίρᾳ τινὶ βραχείᾳ ὥσπερ ἱερεῖον ὑπτίως κείμενον ἔθυσε, κραυγή τε ὑπερφυὴς ἔκ τε τοῦ περιβόλου καὶ τοῦ Ῥωμαίων στρατοπέδου ἤρθη. Πέρσαι δὲ τῷ γεγονότι περιαλγήσαντες ἕτερον εἰς τὴν αὐτὴν πρᾶξιν ἱππέα καθῆκαν, ἀνδρεῖον μὲν καὶ μεγέθους σώματος πέρι εὖ ἥκοντα, οὐ νεανίαν δέ, ἀλλὰ καί τινας τῶν ἐν τῇ κεφαλῇ τριχῶν πολιὸν ὄντα. ὃς δὴ παρὰ τὸ τῶν πολεμίων στράτευμα ἐπιών, ἐπὶ πλεῖστον δὲ τὴν μάστιγα σείων ᾗ παίειν τὸν ἵππον εἰώθει, Ῥωμαίων τὸν βουλόμενον ἐς μάχην ἐκάλει. οὐδενὸς δέ οἱ ἐπεξιόντος, Ἀνδρέας αὖθις ἅπαντας λαθὼν ἐς μέσον ἦλθε, καίπερ αὐτῷ πρὸς τοῦ Ἑρμογένους ἀπειρημένον. ἄμφω γοῦν τοῖς δόρασιν ἐς ἀλλήλους θυμῷ πολλῷ ἐχόμενοι ὥρμησαν, καὶ τά τε δόρατα τοῖς θώραξιν ἐρεισθέντα δεινῶς ἀπεκρούσθη οἵ τε ἵπποι ἐς τὰς κεφαλὰς ἀλλήλοις συγκρούσαντες ἔπεσόν τε αὐτοὶ καὶ τοὺς ἐπιβάτας ἀπέβαλον. τὼ δὲ ἄνδρε τούτω ἄγχιστά· πη πεσόντε ἀλλήλοιν ἐξανίστασθαι σπουδῇ πολλῇ ἄμφω ἠπειγέσθην, ἀλλ’ ὁ μὲν Πέρσης τοῦτο δρᾶν, ἅτε οἱ τοῦ μεγέθους ἀντιστατοῦντος, οὐκ εὐπετῶς εἶχεν, Ἀνδρέας δὲ προτερήσας ʽτοῦτο γὰρ αὐτῷ ἡ κατὰ τὴν παλαίστραν μελέτη ἐδίδοὐ τῷ τε γόνατι ἐξανιστάμενον αὐτὸν ἔτυψε καὶ αὖθις εἰς τὸ ἔδαφος πεσόντα ἔκτεινε. κραυγή τε ἐκ τοῦ τείχους καὶ τοῦ Ῥωμαίων στρατοῦ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἤρθη· καὶ οἱ μὲν Πέρσαι ἐς τὸ Ἀμμώδιος τὴν φάλαγγα διαλύσαντες ἀνεχώρησαν, οἱ δὲ Ῥωμαῖοι παιανίσαντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο. ἤδη γὰρ καὶ ξυνεσκόταζεν. οὕτω τε ἀμφότεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.