Ancient Greek · ~3 min
13.22 to 13.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 13.22-3-26
Not analysed yet
καὶ αὐτῷ τῶν Ἐρούλων πολλοὶ εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον καὶ ξὺν αὐτῷ ἐς τὰ ἐπὶ Θρᾴκης χωρία ἦλθον. ἐνταῦθα γὰρ διαχειμάσαντες ἔμελλον ἅμα ἦρι ἀρχομένῳ παρὰ Βελισάριον στέλλεσθαι. ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὃν ἐπίκλησιν ἐκάλουν Φαγᾶν. καὶ αὐτοῖς ἐν ταύτῃ τῇ πορείᾳ ξυνέβη τις τύχη μεγάλα Ῥωμαίους ἀγαθὰ ἐκ τοῦ ἀπροσδοκήτου ἐργάσασθαι. βαρβάρων γὰρ Σκλαβηνῶν πολὺς ὅμιλος ἔτυχον ἔναγχος διαβάντες μὲν ποταμὸν Ἴστρον, ληϊσάμενοι δὲ τὰ ἐκείνῃ χωρία καὶ Ῥωμαίων ἐξανδραποδίσαντες πάμπολυ πλῆθος. οἷς δὴ Ἔρουλοι ἐκ τοῦ αἰφνιδίου ἐς χεῖρας ἐλθόντες, νικήσαντές τε παρὰ δόξαν μέτρῳ σφᾶς πολλῷ ὑπεραίροντας, αὐτούς τε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἐς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκαν ἰέναι. τότε δὲ ὁ Ναρσῆς καί τινα εὑρὼν ἐπιβατεύοντα τοῦ Χιλβουδίου ὀνόματος, ἀνδρὸς ἐπιφανοῦς καὶ Ῥωμαίων ποτὲ στρατηγήσαντος, διελέγξαι τὴν ἐπιβουλὴν ῥᾳδίως ἔσχε. τοῦτο δὲ ὅ τί ποτε ἦν αὐτίκα δηλώσω.