Ancient Greek · ~7 min
14.1 to 14.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.1-8
Not analysed yet
Τῇ δὲ ὑστεραίᾳ Πέρσαις μὲν στρατιῶται μύριοι ἐκ Νισίβιδος πόλεως μετάπεμπτοι ἦλθον, Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸς Μιρράνην ἔγραψαν τάδε, “Πρῶτον ἀγαθὸν τὴν εἰρήνην εἶναι ὡμολόγηται παρὰ πάντων ἀνθρώπων οἷς τι καὶ κατὰ βραχὺ λογισμοῦ μέτεστιν. ὥστε ἤν τις διαλυτὴς αὐτῆς γένοιτο, τῶν κακῶν αἰτιώτατος ἂν οὐ τοῖς πέλας μόνον, ἀλλὰ καὶ ὁμογενέσι τοῖς αὑτοῦ εἴη. στρατηγὸς μὲν οὖν ἄριστος οὗτος ἐκεῖνός ἐστιν, ὃς δὴ ἐκ πολέμου εἰρήνην διατίθεσθαι ἱκανὸς πέφυκε. σὺ δὲ τῶν πραγμάτων εὖ καθεστώτων Ῥωμαίοις τε καὶ Πέρσαις πόλεμον ἐπάγειν ἡμῖν αἰτίαν οὐκ ἔχοντα ἔγνωκας, καίπερ ἑκατέρου μὲν βασιλέως εἰρηναῖα βουλευομένου, πρέσβεων δὲ παρόντων ἡμῖν ἐν γειτόνων ἤδη, οἳ δὴ τὰ διάφορα τῇ ἐς ἀλλήλους ὁμιλίᾳ οὐκ εἰς μακρὰν διαλύσουσιν, ἢν μή τι ἀνήκεστον ἐκ τῆς σῆς ἐφόδου ξυμβαῖνον ταύτην ἡμῖν ἀναστέλλειν τὴν ἐλπίδα ἰσχύσῃ. ἀλλ’ ἄπαγε ὅτι τάχιστα τὸν στρατὸν ἐς τὰ Περσῶν ἤθη, μηδὲ τοῖς μεγίστοις ἀγαθοῖς ἐμποδὼν ἵστασο, μή ποτε Πέρσαις, ὡς τὸ εἰκός, εἴης τῶν ξυμβησομένων δεινῶν αἴτιος.” ταῦτα ἐπεὶ Μιρράνης ἀπενεχθέντα τὰ γράμματα εἶδεν, ἀμείβεται ὧδε, “Ἐποίησα ἂν τὰ αἰτούμενα, τοῖς γεγραμμένοις ἀναπεισθείς, εἰ μὴ Ῥωμαίων ἡ ἐπιστολὴ ἐτύγχανεν οὖσα, οἷς τὸ μὲν ἐπαγγέλλεσθαι πρόχειρόν ἐστιν, ἔργῳ δὲ τὰ ἐπηγγελμένα ἐπιτελεῖν χαλεπώτατόν τε καὶ κρεῖσσον ἐλπίδος, ἄλλως τε ἢν καὶ ὅρκοις τισὶ κυρώσητε τὰ ξυγκείμενα. ἡμεῖς μὲν οὖν πρὸς τὴν ὑμετέραν ἀπειπόντες ἀπάτην, ἐν ὅπλοις ἠναγκάσμεθα παρ’ ὑμᾶς ἥκειν, ὑμεῖς δέ, ὦ φίλοι Ῥωμαῖοι, μηδὲν ἄλλο τὸ λοιπὸν οἴεσθε ἢ πολεμητέα ὑμῖν ἐς Πέρσας εἶναι. ἐνταῦθα γὰρ ἡμᾶς ἢ τεθνάναι ἢ καταγηράσκειν δεήσει, ἕως ἔργῳ τὰ δίκαια πρὸς ἡμᾶς θήσεσθε.” τοσαῦτα μὲν καὶ ὁ Μιρράνης ἀντέγραψεν. αὖθις δὲ οἱ ἀμφὶ Βελισάριον ἔγραψαν ὧδε, “Οὐ πάντα χρή, ὦ βέλτιστε Μιρράνη, τῇ ἀλαζονείᾳ χαρίζεσθαι, οὐδὲ τοῖς πέλας ἐπιφέρειν ὀνείδη τὰ μηδαμόθεν προσήκοντα. Ῥουφῖνον γὰρ ἐπὶ πρεσβείᾳ ἥκοντα οὐκ ἄποθεν εἶναι ἡμεῖς τε εἴπομεν ξὺν τῷ ἀληθεῖ καὶ αὐτὸς οὐκ ἐς μακρὰν εἴσῃ.