Ancient Greek · ~1 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.17-2
Not analysed yet
ὡς τὸ εἰκός, ἔστιν. ὁ δὲ καὶ ταῦτα ἀκούων τὰ ἐς πολιορκίαν οὐδέν τι ἧσσον ἅπαντα ἐξηρτύετο, καὶ τὸν σῖτον ὃν ταῖς ναυσὶν ἔχων ἐκ Σικελίας ἀφίκετο, ἐν οἰκήμασι καταθέμενος δημοσίοις ἐφύλασσε, καὶ Ῥωμαίους ἅπαντας, καίπερ δεινὰ ποιουμένους, ἠνάγκαζεν ἅπαντα σφίσι τὰ ἐπιτήδεια ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι.