Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.16
Not analysed yet
Ῥωμαῖοι δὲ τὴν μὲν πρόνοιαν τοῦ στρατηγοῦ καὶ διαφερόντως τὴν ἐς τὰς ἐπάλξεις ἀποδεδειγμένην ἐμπειρίαν ἐπῄνουν, ἐν θαύματι δὲ μεγάλῳ ποιούμενοι ἤσχαλλον, εἴ τινα ὡς πολιορκηθήσεται ἔννοιαν ἔχων ᾠήθη ἐσιτητά οἱ ἐς Ῥώμην εἶναι, ἣ οὔτε πολιορκίαν οἵα τέ ἐστι φέρειν τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ, διὰ τὸ μὴ ἐπιθαλάσσιος εἶναι, καὶ τείχους περιβαλλομένη τοσοῦτόν τι χρῆμα, ἄλλως τε καὶ ἐν πεδίῳ κειμένη ἐς ἄγαν ὑπτίῳ τοῖς ἐπιοῦσιν εὐέφοδος,