Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.33
Not analysed yet
“Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα· ἢν δὲ κρυπτόμενοι ἐς τὸ κάταντες τοῦτο, εἶτα, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται Πέρσαι, διὰ τοῦδε τοῦ λόφου ἀναβαίνοντες ἐκ τοῦ αἰφνιδίου κατὰ νώτου αὐτῶν ἴωμεν ὄπισθεν βάλλοντες, τὰ ἀνήκεστα αὐτούς, ὡς τὸ εἰκός, δράσομεν.” ὁ μὲν ταῦτα εἶπε, καὶ ἐπεὶ τοὺς ἀμφὶ Βελισάριον ἤρεσκε, κατὰ ταῦτα ἐποίει.