Ancient Greek · ~7 min
14.34 to 14.43
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.34-43
Not analysed yet
Μάχης δὲ ἄχρι ἐς ἡμέραν μέσην οὐδέτεροι ἦρχον. ἐπειδὴ δὲ τάχιστα ἡ μεσημβρία παρῴχηκεν, ἔργου οἱ βάρβαροι εἴχοντο, τοῦδε εἵνεκα ἐς τοῦτον τῆς ἡμέρας τὸν καιρὸν τὴν ξυμβολὴν ἀποθέμενοι, ὅτι δὴ αὐτοὶ μὲν σιτίοις ἐς δείλην ὀψίαν χρῆσθαι μόνον εἰώθασι, Ῥωμαῖοι δὲ πρὸ τῆς μεσημβρίας, ὥστε οὔποτε ᾤοντο αὐτοὺς ὁμοίως ἀνθέξειν, ἢν πεινῶσιν ἐπιθῶνται. τὰ μὲν οὖν πρῶτα τοξεύμασιν ἐχρῶντο ἐς ἀλλήλους ἑκάτεροι, καί τινα τὰ βέλη τῷ πλήθει ἀχλὺν ἐπὶ πλεῖστον ἐποίει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον, πολλῷ δὲ συχνότερα τὰ τῶν βαρβάρων βέλη ἐφέρετο. ἐν περιτροπῇ γὰρ ἀεὶ ἀκμῆτες ἐμάχοντο, αἴσθησιν τοῦ ποιουμένου τοῖς πολεμίοις ὡς ἤκιστα παρεχόμενοι, οὐ μέντοι οὐδὲ ὣς Ῥωμαῖοι τὸ ἔλασσον εἶχον. πνεῦμα γὰρ ἐνθένδε ἐπίφορον ἐπὶ τοὺς βαρβάρους ἐπιπεσὸν οὐ λίαν αὐτῶν τὰ τοξεύματα ἐνεργεῖν εἴα. ἐπεὶ δὲ ἅπαντα ἑκατέρους τὰ βέλη ἤδη ἐπιλελοίπει, τοῖς τε δόρασιν ἐς ἀλλήλους ἐχρῶντο καὶ ἡ μάχη ἔτι μᾶλλον ἐκ χειρὸς ἐγεγόνει. Ῥωμαίων δὲ κέρας τὸ ἀριστερὸν μάλιστα ἔκαμνε. Καδισηνοὶ γάρ, οἳ ταύτῃ ξὺν τῷ Πιτυάξῃ ἐμάχοντο, πολλοὶ ἐπιβεβοηθηκότες ἐξαπιναίως ἐτρέψαντό τε τοὺς πολεμίους καὶ φεύγουσιν ἐγκείμενοι ἰσχυρότατα συχνοὺς ἔκτεινον. ὃ δὴ κατιδόντες οἱ ξὺν τῷ Σουνίκᾳ τε καὶ Ἀϊγάν, δρόμῳ πολλῷ ἐπ’ αὐτοὺς ᾔεσαν. πρῶτοι δὲ οἱ τριακόσιοι ξὺν τῷ Φάρᾳ Ἔρουλοι ἐξ ὑψηλοῦ κατὰ νώτου τῶν πολεμίων γενόμενοι, ἔργα θαυμαστὰ ἔς τε τοὺς ἄλλους καὶ τοὺς Καδισηνοὺς ἐπεδείκνυντο. οἳ δὴ ἐπεὶ καὶ τοὺς ἀμφὶ τὸν Σουνίκαν πλαγίους ἤδη ἀνιόντας ἐπ’ αὐτοὺς εἶδον, ἐς φυγὴν ὥρμηντο. τῆς δὲ τροπῆς λαμπρᾶς γενομένης, ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν οἱ ταύτῃ Ῥωμαῖοι, γέγονε φόνος τῶν βαρβάρων πολύς. καὶ αὐτῶν κατὰ κέρας τὸ δεξιὸν οὐχ ἥσσους ἢ τρισχίλιοι ἐν τούτῳ τῷ πόνῳ ἀπέθανον, οἱ δὲ λοιποὶ ἐς τὴν φάλαγγα μόλις καταφυγόντες ἐσώθησαν. Ῥωμαῖοί τε οὐκέτι ἐδίωκον, ἀλλ’ ἐν τῇ παρατάξει ἑκάτεροι ἔστησαν ἀντίοι ἀλλήλοις. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.