Ancient Greek · ~7 min
14.44 to 14.51
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.44-51
Not analysed yet
Μιρράνης δὲ ἄλλους τε πολλοὺς καὶ τοὺς ἀθανάτους λεγομένους ἅπαντας ἐς μέρος τὸ ἀριστερὸν λάθρα ἔπεμψεν. οὓς δὴ κατιδόντες Βελισάριός τε καὶ Ἑρμογένης, τοὺς ἀμφὶ Σουνίκαν τε καὶ Ἀϊγὰν ἑξακοσίους ἐς γωνίαν τὴν ἐν δεξιᾷ ἐκέλευον ἰέναι, οὗ δὴ οἱ ξὺν τῷ Σίμμᾳ τε καὶ Ἀσκὰν ἵσταντο, καὶ αὐτῶν ὄπισθεν τῶν Βελισαρίῳ ἑπομένων πολλοὺς ἔστησαν. Πέρσαι μὲν οὖν οἳ κέρας τὸ ἀριστερὸν εἶχον Βαρεσμανᾶ ἡγουμένου σφίσι ξὺν τοῖς ἀθανάτοις ἐς τοὺς κατ’ αὐτοὺς Ῥωμαίους δρόμῳ ἐσέβαλλον. οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηντο. τότε δὴ οἵ τε ἐν τῇ γωνίᾳ Ῥωμαῖοι καὶ ὅσοι αὐτῶν ὄπισθεν ἦσαν, σπουδῇ πολλῇ ἐπὶ τοὺς διώκοντας ᾔεσαν. ἅτε δὲ τοῖς βαρβάροις ἐγκάρσιοι ἰόντες, διεῖλον αὐτῶν δίχα τὸ στράτευμα, καὶ τοὺς μὲν πλείστους ἐν δεξιᾷ εἶχον, τινὰς δὲ καὶ ἐγκαταλειφθέντας ἐν ἀριστερᾷ ἐποιήσαντο. ἐν τοῖς καὶ τὸν τοῦ Βαρεσμανᾶ τὸ σημεῖον φέροντα ξυνέπεσεν εἶναι, ὃν δὴ ὁ Σουνίκας τῷ δόρατι ἐπελθὼν παίει. ἤδη τε Πέρσαι οἱ ἐν τοῖς πρώτοις διώκοντες, αἰσθόμενοι οὗ ἦσαν κακοῦ, στρέψαντές τε τὰ νῶτα καὶ τὴν δίωξιν καταπαύσαντες ἐπ’ αὐτοὺς ᾔεσαν, καὶ ἀπ’ αὐτοῦ ἀμφίβολοι πρὸς τῶν πολεμίων ἐγίνοντο. ξυνέντες γὰρ τῶν ποιουμένων οἱ φεύγοντες ἀνέστρεφον αὖθις. οἵ τε γοῦν ἄλλοι Πέρσαι καὶ ὁ τῶν ἀθανάτων λόχος, κεκλιμένον τε τὸ σημεῖον ἰδόντες καὶ ἐς τὸ ἔδαφος καθειμένον, ἐπὶ τοὺς ἐκείνῃ Ῥωμαίους ξὺν τῷ Βαρεσμανᾷ ὥρμησαν. Ῥωμαῖοι δὲ ὑπηντίαζον. καὶ πρῶτος Σουνίκας τὸν Βαρεσμανᾶν ἔκτεινέ τε καὶ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἔρριψε. καὶ ἀπ’ αὐτοῦ ἐς δέος μέγα οἱ βάρβαροι ἐμπεπτωκότες ἀλκῆς μὲν οὐκέτι ἐμέμνηντο, ἀκοσμίᾳ δὲ πολλῇ ἐχόμενοι ἔφευγον. καὶ αὐτῶν Ῥωμαῖοι κύκλωσίν τινα ποιησάμενοι πεντακισχιλίους μάλιστα ἔκτειναν. οὕτω τε τὰ στρατόπεδα παντάπασιν ἐκινήθη ἑκάτερα, Περσῶν μὲν ἐς ὑπαγωγήν, Ῥωμαίων δὲ ἐς τὴν δίωξιν.