Ancient Greek · ~7 min
14.8 to 14.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.8-16
Not analysed yet
οὗτος γὰρ ὁ ἀνὴρ οἰκέτην αὐτῷ ἐπέδειξε, τριταῖόν οἱ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ Καρχηδόνος ἥκοντα, ὃς δὴ ἔφασκεν ὡς οὐδέ τινα πρὸς Βανδίλων ἐνέδραν τῷ στόλῳ ἔσεσθαι ἄξιον εἶναι ὑφορᾶσθαι. πρὸς οὐδενὸς γὰρ ἐκείνους ἀνθρώπων πεπύσθαι στράτευμα ἐπ’ αὐτοὺς ἐν τούτῳ τῷ χρόνῳ ἰέναι, ἀλλὰ καὶ στρατεύσασθαι ὀλίγῳ ἔμπροσθεν ἐπὶ Γώδαν εἴ τι ἐν Βανδίλοις δραστήριον ἦν. καὶ διὰ ταῦτα Γελίμερα πολέμιον οὐδὲν ἐννοοῦντα, Καρχηδόνος τε καὶ τῶν ἄλλων ἁπάντων ὠλιγορηκότα τῶν ἐπὶ θαλάσσῃ χωρίων, ἐν Ἑρμιόνῃ διατριβὴν ἔχειν, ἥ ἐστιν ἐν Βυζακίῳ ἡμερῶν τεττάρων ὁδῷ τῆς ἠιόνος διέχουσα· ὥστε πάρεστιν αὐτοῖς πλεῖν τε οὐδὲν δειμαίνουσι δύσκολον καὶ προσορμίζεσθαι ἔνθα ἂν αὐτοὺς τὸ πνεῦμα καλοίη. ταῦτα Προκόπιος ἀκούσας τῆς τε χειρὸς τοῦ οἰκέτου λαβόμενος ἐπὶ τὸν λιμένα ἐβάδιζε τὴν Ἀρέθουσαν, ἔνθα δή οἱ τὸ πλοῖον ὡρμίζετο, πυνθανόμενός τε τοῦ ἀνθρώπου συχνὰ καὶ διερευνώμενος ἕκαστα. ἐσβὰς δὲ ξὺν αὐτῷ ἐς τὴν ναῦν αἴρεσθαί τε τὰ ἱστία ἐκέλευσε καὶ πλεῖν κατὰ τάχος ἐς Καύκανα. καὶ ἐπεὶ ὁ τοῦ οἰκέτου δεσπότης ἐπὶ τῆς ἠιόνος θαυμάζων εἱστήκει ὅτι οἱ οὐκ ἀπεδίδου τὸν ἄνθρωπον, ἀναβοήσας Προκόπιος, πλεούσης ἤδη τῆς νεώς, παρῃτεῖτο μή οἱ χαλεπῶς ἔχειν· χρῆναι γὰρ τὸν οἰκέτην τῷ τε στρατηγῷ συμμῖξαι καὶ ἐς τὴν Λιβύην τῷ στρατῷ καθηγησάμενον οὐκ ἐς μακρὰν εἰς τὰς Συρακούσας ἐπανήκειν, χρήματα μεγάλα περιβαλλόμενον. Ἀφικόμενοι δὲ ἐς τὰ Καύκανα εὑρίσκουσιν ἅπαντας ἐν πένθει μεγάλῳ. Δωρόθεος γὰρ ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς ἐνταῦθα ἐτετελευτήκει, πολὺν αὑτοῦ πόθον τῷ παντὶ στρατοπέδῳ ἀπολιπών. Βελισάριος δέ, ἐπεί οἱ ὅ τε οἰκέτης ἐς ὄψιν ἦλθε καὶ τὸν πάντα λόγον ἔφρασε, περιχαρὴς γενόμενος καὶ Προκόπιον πολλὰ ἐπαινέσας, ἐκέλευσε σημῆναι τὸν ἀπόπλουν ταῖς σάλπιγξιν. ἀράμενοί τε κατὰ τάχος τὰ ἱστία, Γαύλῳ τε καὶ Μελίτῃ ταῖς νήσοις προσέσχον, αἳ τό τε Ἀδριατικὸν καὶ Τυρρηνικὸν πέλαγος διορίζουσιν.