Ancient Greek · ~7 min
14.1 to 14.7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.1-3-7
Not analysed yet
Βελισάριος δέ, ἐπειδὴ τάχιστα ἐς τὴν νῆσον ἀπέβη, ἀπορούμενός τε ἤσχαλλε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι, ἢ ὁποίους ποτὲ τὰ πολέμια, μηδὲ ὅτῳ τρόπῳ ἢ ὁπόθεν ποτὲ σφίσιν ὁρμωμένοις πολεμητέα εἴη. μάλιστα δὲ αὐτὸν οἱ στρατιῶται ξυνετάρασσον, κατωρρωδηκότες τε τὴν ναυμαχίαν καὶ προλέγειν ἥκιστα αἰσχυνόμενοι ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ’ αὐτοὺς ἴοι, ἐς φυγὴν τραπήσονται· οὐ γὰρ οἷοί τέ εἰσι πολεμίοις τε ἀνδράσι καὶ ὕδασι διαμάχεσθαι. τούτοις οὖν ἅπασιν ἀπορούμενος Προκόπιον τὸν αὑτοῦ πάρεδρον ἔστελλεν ἐς Συρακούσας, πευσόμενόν τε ἤν τινες τοῖς πολεμίοις ἐνέδραι εἰσὶ προλοχίζουσαι τὸν διάπλουν ἢ ἐν νήσῳ ἢ ἐν ἠπείρῳ, καὶ ὅπη μὲν τῆς Λιβύης προσορμίσασθαι σφίσιν ἄμεινον ἂν εἴη, ὁπόθεν δὲ ὁρμωμένοις τὸν πόλεμον πρὸς Βανδίλους διενεγκεῖν ξυνοίσει. ἐπὰν δὲ τὰ ἐντεταλμένα ποιοίη, ἐπανήκοντά οἱ ἐκέλευεν ἐς Καύκανα τὸ χωρίον ξυμμῖξαι, διακοσίοις μάλιστα σταδίοις Συρακουσῶν διέχον, οὗ δὴ αὐτός τε καὶ ὁ ξύμπας στόλος ὁρμίσασθαι ἔμελλε. τῷ δὲ λόγῳ τροφὰς αὐτὸν ἔπεμπεν ὠνησόμενον, ἅτε τῶν Γότθων ἀγορὰν σφίσιν ἐθελόντων διδόναι, δόξαν τοῦτο βασιλεῖ τε Ἰουστινιανῷ καὶ Ἀμαλασούνθῃ τῇ Ἀταλαρίχου μητρί, ὃς τότε παῖς τε ὢν καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος εἶχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος. ἐπειδὴ γὰρ Θευδέριχος τετελευτήκει καὶ ἐς τὸν θυγατριδοῦν Ἀταλάριχον, ὀρφανὸν τοῦ πατρὸς ἤδη πρότερον γεγονότα, ἡ βασιλεία ἧκε, δειμαίνουσα ἡ Ἀμαλασοῦνθα περί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ φίλον Ἰουστινιανὸν ἐς τὰ μάλιστα ἑταιρισαμένη τά τε ἄλλα ἐπήκουεν αὐτῷ ἐπιτάττοντι καὶ τότε ἀγορὰν διδόναι τῷ στρατοπέδῳ ἐπηγγέλλετο καὶ ἐποίει ταῦτα. Γενόμενος δὲ ἐν ταῖς Συρακούσαις Προκόπιος καὶ ἀνδρὸς παρὰ δόξαν ἐπιτυχὼν πολίτου μέν οἱ καὶ φίλου ὑπάρχοντος ἐκ παιδός, ἐπ’ ἐργασίᾳ δὲ τῇ κατὰ θάλασσαν ἀπὸ παλαιοῦ ἐν Συρακούσαις ᾠκημένου, ἐπύθετο ὅσων ἔχρῃζεν·