Ancient Greek · ~7 min
15.1 to 15.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.1-11
Not analysed yet
Καβάδης δὲ ἄλλο στράτευμα ἐς Ἀρμενίαν τὴν Ῥωμαίων κατήκοον ἔπεμψε. τὸ δὲ στράτευμα τοῦτο Περσαρμενίων τε καὶ Σουνιτῶν ἦσαν, οἳ δὴ Ἀλανοῖς εἰσιν ὅμοροι. Οὖννοί τε αὐτοῖς οἱ Σάβειροι καλούμενοι τρισχίλιοι ξυνῆσαν, μαχιμώτατον ἔθνος. στρατηγὸς δὲ Μερμερόης, Πέρσης ἀνήρ, ἅπασιν ἐφειστήκει. οἵπερ ἐπειδὴ Θεοδοσιουπόλεως τριῶν ἡμερῶν ὁδῷ διεῖχον, ἐνστρατοπεδευσάμενοί τε ἔμενον ἐν Περσαρμενίων τῇ χώρᾳ καὶ τὰ ἐς τὴν ἐσβολὴν ἐξηρτύοντο. ἐτύγχανε δὲ Ἀρμενίας μὲν στρατηγὸς Δωρόθεος ὤν, ἀνὴρ ξυνετός τε καὶ πολέμων πολλῶν ἔμπειρος. Σίττας δὲ ἀρχὴν μὲν τὴν στρατηγίδα ἐν Βυζαντίῳ εἶχε, παντὶ δὲ τῷ ἐν Ἀρμενίοις στρατῷ ἐφειστήκει. οἳ δὴ στράτευμα πολεμίων γνόντες ἐν Περσαρμενίοις ἀγείρεσθαι, δορυφόρους δύο εὐθὺς ἔπεμψαν ἐφ’ ᾧ διασκοπήσαντες ἅπασαν σφίσι τῶν πολεμίων τὴν δύναμιν ἐσαγγείλωσιν. ἄμφω τε ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων γενόμενοι καὶ ἅπαντα ἐς τὸ ἀκριβὲς κατανοήσαντες ἀπηλλάσσοντο. ὁδῷ τε ἰόντες ἔς τι τῶν ἐκείνῃ χωρίων Οὔννοις πολεμίοις ἀπροσδόκητοι ἐντυγχάνουσιν. ὑφ’ ὧν ἅτερος μέν, Δάγαρις ὄνομα, δεθεὶς ἐζωγρήθη, ὁ δὲ δὴ ἄλλος φυγεῖν τε ἴσχυσε καὶ τοῖς στρατηγοῖς τὸν πάντα λόγον ἀπήγγειλεν. οἱ δὲ ἅπαν τὸ στράτευμα ἐξοπλίσαντες, τῶν πολεμίων τῷ στρατοπέδῳ ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν. οἵ τε βάρβαροι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ’ ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ἐνταῦθα Ῥωμαῖοι κτείναντές τε συχνοὺς καὶ τὸ στρατόπεδον ληισάμενοι αὐτίκα δὴ ὀπίσω ἀπήλαυνον. Μερμερόης τε ξύμπασαν ἀγείρας τὴν στρατιὰν οὐ πολλῷ ὕστερον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, καὶ καταλαμβάνουσι τοὺς πολεμίους ἀμφὶ Σάταλαν πόλιν. οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐν χωρίῳ Ὀκτάβῃ ἡσύχαζον, ὅπερ τῆς πόλεως ἕξ τε καὶ πεντήκοντα σταδίους ἀπέχει. Σίττας μὲν οὖν χιλίους ἐπαγαγόμενος ὄπισθεν τῶν τινος λόφων ἐκρύπτετο, οἷοι πολλοὶ Σάταλαν τὴν πόλιν ἐν πεδίῳ κειμένην κυκλοῦσι. Δωρόθεον δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐντὸς τοῦ περιβόλου ἐκέλευε μένειν, ἐπεὶ ἐν τῷ ὁμαλῷ τοὺς πολεμίους ὑφίστασθαι οἷοί τε εἶναι οὐδαμῆ ᾤοντο, οὐχ ἧσσον ἢ τρισμυρίους ὄντας, αὐτοὶ μόλις ἐς τὸ ἥμισυ ἐξικνούμενοι.