Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.12
Not analysed yet
τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ οἱ βάρβαροι ἄγχιστα τοῦ περιβόλου γενόμενοι, κύκλωσιν αὐτοῦ ποιεῖσθαί τινα ἐν σπουδῇ εἶχον. ἄφνω δὲ κατιδόντες τοὺς ἀμφὶ Σίτταν ἐξ ὑψηλοῦ ἤδη ἐπ’ αὐτοὺς καταβαίνοντας, καὶ αὐτῶν ξυμμετρεῖσθαι τὸ πλῆθος ἥκιστα ἔχοντες, ἅτε κονιορτοῦ ὥρᾳ θέρους πολλοῦ ἐγκειμένου, πολλῷ τε πλείους ᾤοντο εἶναι καὶ τῆς κυκλώσεως κατὰ τάχος ἀφέμενοι ἐς ὀλίγον τινὰ χῶρον αὑτοὺς ξυναγαγεῖν ἠπείγοντο.