Ancient Greek · ~7 min
15.11 to 15.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.11-21
Not analysed yet
Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας καὶ αὐτοὺς ἐς εὔνοιαν τὴν βασιλέως λόγοις τε ὁρμήσας καὶ χρήμασι πολλοῖς ἐπιρρώσας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο. καὶ αὐτοὺς ἐς Μέμβρησαν πόλιν καταλαμβάνει, πεντήκοντα καὶ τριακοσίοις σταδίοις Καρχηδόνος διέχουσαν. ἔνθα δὴ ἑκάτεροι στρατοπεδευσάμενοι ἐς μάχην παρεσκευάζοντο, οἱ μὲν ἀμφὶ Βελισάριον ἐς ποταμὸν Βαγράδαν, οἱ δὲ ἕτεροι ἐν χωρίῳ ὑψηλῷ τε καὶ δυσκόλῳ τὸ χαράκωμα ποιησάμενοι. ἐς γὰρ τὴν πόλιν οὐδέτεροι εἰσελθεῖν ἔγνωσαν, ἐπεὶ ἀτείχιστος οὖσα ἐτύγχανε. τῇ δὲ ὑστεραίᾳ καθίσταντο ἐς τὴν ξυμβολήν, οἱ μὲν στασιῶται πλήθει τῷ σφετέρῳ πιστεύοντες, οἱ δὲ ἀμφὶ Βελισάριον ἅτε ἀφρόνων τε καὶ ἀστρατηγήτων ὑπερφρονοῦντες τῶν πολεμίων. ἃ δὴ Βελισάριος ταῖς τῶν στρατιωτῶν διανοίαις ἐναποθέσθαι βουλόμενος βεβαίως ἅπαντας ξυγκαλέσας ἔλεξε τάδε· “Ἐλπίδος μὲν καὶ εὐχῆς ἧσσον, ἄνδρες συστρατιῶται, βασιλεῖ τε καὶ Ῥωμαίοις τὰ πράγματα ἔχει. ἐς ξυμβολὴν γὰρ τανῦν ἥκομεν ἐξ ἧς οὐδὲ τὸ νικᾶν ἄκλαυστον ἕξομεν, ἐπὶ ξυγγενεῖς τε καὶ ξυντρόφους στρατεύοντες. ἔχομεν δὲ τοῦ κακοῦ παραψυχὴν τήνδε, οἷς γε οὐ τῆς μάχης ἄρχοντες αὐτοί, ἀλλ’ ἀμυνόμενοι ἐς τὸν κίνδυνον καθιστάμεθα. ὁ γὰρ ἐς τοὺς φιλτάτους τὴν ἐπιβουλὴν ποιησάμενος καὶ τὸ ξυγγενὲς διαλύσας οἷς ἔδρασεν, οὐ πρὸς τῶν φίλων, ἢν ἀπόληται, θνήσκει, ἀλλ’ ἐν πολεμίου γεγονὼς μοίρᾳ τοῖς ἠδικημένοις ἐκτίνει τὴν δίκην. πολεμίους δὲ καὶ βαρβάρους καὶ ὅ τι ἄν τις εἴποι δεινότερον εἶναι δείκνυσι τοὺς ἐναντίους οὐ Λιβύη μόνον ὑπὸ ταῖς τούτων χερσὶν ἐς λείαν ἐλθοῦσα, οὐδὲ οἱ ταύτην οἰκοῦντες οὐ δέον παρ’ ἐκείνων ἀνῃρημένοι, ἀλλὰ καὶ Ῥωμαίων στρατιωτῶν πλῆθος οὓς οἱ δυσμενεῖς οὗτοι κτείνειν ἐτόλμησαν, μίαν αὐτοῖς αἰτίαν τὴν ἐς τὴν πολιτείαν ἐπικαλέσαντες εὔνοιαν. οἷς νῦν τιμωροῦντες ἐπ’ αὐτοὺς ἥκομεν, δυσμενεῖς εἰκότως τοῖς πάλαι φιλτάτοις γενόμενοι.