Ancient Greek · ~7 min
15.22 to 15.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.22-33
Not analysed yet
φύσει μὲν γὰρ οὐδένες τῶν πάντων ἀνθρώπων οἰκείως ἂν ἢ ἐναντίως ἀλλήλοις ἔχοιεν, αἱ δὲ πράξεις ἑκάστων ἢ τῷ ὁμοτρόπῳ ἐς ξυμμαχίαν ξυνάπτουσαι ἢ τῷ διαλλάσσοντι τῆς γνώμης ἐς τὸ δυσμενὲς διακρίνουσαι φίλους, ἂν οὕτω τύχοι, ἢ πολεμίους ἀλλήλοις ποιοῦσιν. ὡς μὲν οὖν ἐπ’ ἀνθρώπους ἀνοσίους τε καὶ πολεμίους στρατεύομεν, ἱκανῶς ἔχετε· ὡς δὲ καταφρονεῖσθαί εἰσι παρ’ ἡμῶν ἄξιοι, ἐγὼ δηλώσω. ὅμιλος γὰρ ἀνθρώπων οὐ νόμῳ συνιόντων ἀλλ’ ἐκ τοῦ ἀδίκου ξυνειλεγμένων ἀνδραγαθί. ζεσθαι ἥκιστα πέφυκεν, οὐδαμῶς τῆς ἀρετῆς τῷ παρανόμῳ ξυνοικίζεσθαι δυναμένης, ἀλλ’ ἀεὶ τῶν οὐχ ὁσίων ἀφισταμένης. οὐ μὴν οὐδὲ τὴν εὐκοσμίαν φυλάξουσιν οὐδὲ τῶν ὑπὸ Στότζο παραγγελλομένων ἀκούσουσι. τυραννίδα γὰρ ἄρτι καθισταμένην καὶ οὔπω τὴν τοῦ θαρσεῖν ἐξουσίαν λαβοῦσαν ὑπερορᾶσθαι πρὸς τῶν ἀρχομένων ἀνάγκη. οὔτε γὰρ εὐνοίᾳ τετίμηται, ἐπεὶ μισεῖσθαι ἡ τυραννὶς πέφυκεν, οὔτε φόβῳ ἄγει τοὺς ὑπηκόους· ἀφείλετο γὰρ αὐτῆς τὴν παρρησίαν τὸ δεδιέναι. ἀρετῆς δὲ καὶ εὐκοσμίας ἀπολελειμμένων τῶν πολεμίων ἡσσᾶσθαι πρόχειρον. πολλῷ τοίνυν, ὅπερ εἶπον, τῷ κατα φρονήματι ἐπὶ τούσδε ἡμᾶς τοὺς πολεμίους ἰέναι προσήκει. οὐ γὰρ τῷ πλήθει τῶν μαχομένων, ἀλλὰ τάξει τε καὶ ἀνδρίᾳ φιλεῖ διαμετρεῖσθαι τὸ τοῦ πολέμου κράτος.” Βελισάριος μὲν τοσαῦτα εἶπε. Στότζας δὲ παρεκελεύσατο ὧδε· “Ἄνδρες οἳ ξὺν ἐμοὶ τῆς ἐς Ῥωμαίους δουλείας ἔξω γεγένησθε, μηδεὶς ὑμῶν ὑπὲρ τῆς ἐλευθερίας ἀπαξιούτω θνήσκειν, ἧς ἀνδρίᾳ τε καὶ τῇ ἄλλῃ ἀρετῇ τετυχήκατε. οὐ γὰρ οὕτω δεινὸν τὸ τοῖς κακοῖς ξυγγηράσκοντα τελευτῆσαι τὸν βίον ὡς μετὰ τὴν τῶν δυσκόλων ἐλευθερίαν αὖθις ἐς αὐτὰ ἐπανήκειν. ὁ γὰρ ἐν μέσῳ χρόνος τῆς ἀπαλλαγῆς γεύσας χαλεπωτέραν, ὥς γε τὸ εἰκός, τὴν συμφορὰν ἀπεργάζεται. τούτων δὲ τοιούτων ὄντων ἐπάναγκες ὑμᾶς ἀναμνησθῆναι μὲν ὡς Βανδίλους τε καὶ Μαυρουσίους νενικηκότες αὐτοὶ μὲν τῶν ἐν τοῖς πολέμοις ἀπώνασθε πόνων, κύριοι δὲ ἄλλοι τῶν λαφύρων γεγένηνται πάντων.