Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.2
Not analysed yet
ἔνθα δὴ ἄλλοι τε λόγοι πολλοὶ ἐλέχθησαν ἐφ’ ἑκάτερα φέροντες καὶ παρελθὼν Ἀρχέλαος ἔλεξε τοιάδε· “Τοῦ μὲν στρατηγοῦ τὴν ἀρετὴν ἄγαμαι, ὃς καὶ γνώμῃ παρὰ πολὺ νικῶν ξύμπαντας καὶ τῆς ἐμπειρίας ἐπὶ πλεῖστον ἥκων, ἔχων τε τὸ κράτος αὐτός, ἐς μέσον μὲν τὴν βουλὴν προὔθηκε, κελεύει δὲ λέγειν ἡμῶν ἕκαστον, ὥστε ὅπη ἂν ἄριστα ἔχειν δοκῇ ἑλέσθαι ἡμῖν δυνατοῖς εἶναι, παρὸν αὐτῷ γνῶναί τε μόνῳ τὰ δέοντα καὶ κατ’ ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο.