Ancient Greek · ~7 min
15.3 to 15.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.3-14
Not analysed yet
ὑμῶν δέ, ὦ ἄνδρες ἄρχοντες ʽοὐκ οἶδα ὅπως ἂν εἴποιμι εὐπετῶσ̓, θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε. καίτοι ἐπίσταμαι ὡς τὸ εἰσηγεῖσθαί τι τοῖς ἐς κίνδυνον καθισταμένοις ὄνησιν μὲν τῷ παραινέσαντι οὐδεμίαν ἰδίᾳ φέρει, ἐς αἰτίαν δὲ ὡς τὰ πολλὰ περιίσταται. οἱ γὰρ ἄνθρωποι καλῶς μὲν φερόμενοι εἰς τὴν ἰδίαν γνώμην ἢ τύχην ἀναφέρουσι τὰ πρασσόμενα, σφαλέντες δὲ τὸν παραινέσαντα αἰτιῶνται μόνον. εἰρήσεται δὲ ὅμως. αἰτίαν γὰρ ὑποστείλασθαι τοὺς περὶ σωτηρίας βουλευομένους οὐχ ὅσιον. βουλεύεσθε ἐς τὴν πολεμίαν ἀποβαίνειν, ἄνδρες ἄρχοντες· τίνι λιμένι παρακαταθέσθαι τὰς ναῦς ἐννοοῦντες; ἢ τίνος πόλεως τείχει τὸ ἐχυρὸν ὑπὲρ ὑμῶν αὐτῶν ἕξοντες; ἢ οὐκ ἀκηκόατε ὡς ταύτην μὲν τὴν ἀκτὴν ἐννέα ἡμερῶν ὁδόν, λέγω δὲ εἰς Ἰούκην ἐκ Καρχηδόνος, κατατείνειν φασίν, ἀλίμενόν τε παντελῶς οὖσαν καὶ τοῖς ἀνέμοις ὅθεν ἂν ἐπιπνεύσαιεν ἐκκειμένην; τεῖχος δὲ οὐδὲν ἐς πᾶσαν Λιβύην ὅτι μὴ τὸ Καρχηδόνος ἀπολέλειπται, τοῦτο Γιζερίχου βουλεύσαντος. προσθείη δὲ ἄν τις ὡς καὶ τούτῳ τῷ χωρίῳ ὕδωρ τὸ παράπαν ἐνδεῖν λέγουσι. φέρε γάρ, εἰ δοκεῖ, καί τι τῶν ἐναντίων ὑποθέμενοι τὴν διάγνωσιν ποιησώμεθα. τοὺς γὰρ ἐς ἀγῶνας καθισταμένους μηδὲν προσδοκᾶν δύσκολον οὔτε ἀνθρώπινον οὔτε τῆς τῶν πραγμάτων φύσεως ἄξιον. ἢν οὖν ἀποβεβηκότων ἡμῶν εἰς τὴν ἤπειρον χειμὼν ἐπιπέσοι, οὐκ ἀνάγκη δυοῖν θάτερον ταῖς ναυσὶ ξυμβῆναι, ἢ ὡς ἀπωτάτω διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς ἀπολωλέναι ταύτης; εἶτα τίς ἡμῖν τῶν ἀναγκαίων γενήσεται πόρος; μηδεὶς ἐς ἐμὲ βλεπέτω τὸν τῆς δαπάνης χορηγὸν ἔπαρχον. ἀρχὴν γὰρ πᾶσαν τῆς ὑπουργίας ἐστερημένην ἐπάναγκες ἐς ὄνομά τε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι. ποῦ δὲ ἡμῖν τῶν ὅπλων τὰ περιττὰ καταθεμένοις ἢ ἄλλο τι τῶν ἀναγκαίων δέχεσθαι δεήσει προσιόντα τὸν βάρβαρον; ἀλλὰ ταῦτα μὲν οὐδὲ λέγειν καλὸν ὅπη ἐκβήσεται.