Ancient Greek · ~7 min
15.21 to 15.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.21-28
Not analysed yet
ἔνθεν ἐξιὼν ποταμὸς Φᾶσις φέρεται ἐς γῆν τὴν Κολχίδα. ταύτῃ τὸ ἐξ ἀρχῆς βάρβαροι, τὸ Τζανικὸν ἔθνος, οὐδενὸς κατήκοοι ᾤκηντο, Σάνοι ἐν τοῖς ἄνω χρόνοις καλούμενοι, λῃστείαις μὲν χρώμενοι ἐς τοὺς περιοίκους Ῥωμαίους, δίαιταν δὲ σκληρὰν ὑπερφυῶς ἔχοντες καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες· οὐ γάρ τι ἐς βρῶσιν αὐτοῖς ἀγαθὸν ἡ γῆ ἔφερε. διὸ δὴ αὐτοῖς χρυσίον τακτὸν ἀνὰ πᾶν ἔτος ὁ Ῥωμαίων βασιλεὺς ἔπεμπεν, ἐφ’ ᾧ δὴ μήποτε ληίσονται τὰ ἐκείνῃ χωρία. οἱ δὲ καὶ ὅρκους τοὺς σφίσι πατρίους ὑπὲρ τούτων ὀμνύντες καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιούμενοι ἀπροσδόκητοί τε ἐμπίπτοντες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐκακούργουν οὐκ Ἀρμενίους μόνον, ἀλλὰ καὶ τοὺς αὐτῶν ἐχομένους Ῥωμαίους μέχρι ἐς θάλασσαν, δι’ ὀλίγου τε τὴν ἔφοδον πεποιημένοι εὐθὺς ἐπ’ οἴκου ἀπεκομίζοντο. καὶ Ῥωμαίων ἴσως ἐντυχόντες στρατῷ ἡσσῶντο μὲν τῇ μάχῃ, ἁλώσιμοι δὲ παντάπασιν οὐκ ἐγίνοντο χωρίων ἰσχύϊ. μάχῃ τοίνυν ὁ Σίττας αὐτοὺς πρὸ τοῦδε τοῦ πολέμου νικήσας, ἐπαγωγά τε πολλὰ ἐς αὐτοὺς εἰπών τε καὶ πράξας, προσποιήσασθαι παντελῶς ἴσχυσε. τήν τε γὰρ δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες ἐς καταλόγους αὑτοὺς Ῥωμαϊκοὺς ἐσεγράψαντο, καὶ τὸ λοιπὸν ξὺν τῷ ἄλλῳ Ῥωμαίων στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξίασι. τήν τε δόξαν ἐπὶ τὸ εὐσεβέστερον μετέθεντο, ἅπαντες Χριστιανοὶ γεγενημένοι. τὰ μὲν οὖν ἀμφὶ τοῖς Τζάνοις ταύτῃ πη ἔσχεν. ʽΥπερβάντι δὲ τὰ αὐτῶν ὅρια φάραγξ ἐστὶ βαθεῖά τε καὶ λίαν κρημνώδης, μέχρι ἐς τὰ Καυκάσια ὄρη διήκουσα. ἐνταῦθα χωρία τε πολυανθρωπότατά ἐστι καὶ ἄμπελός τε καὶ ἡ ἄλλη ὀπώρα διαρκῶς φύεται. καὶ μέχρι μὲν ἐς τριῶν ἡμερῶν ὁδὸν μάλιστα Ῥωμαίοις ἡ φάραγξ αὕτη ὑποτελὴς τυγχάνει οὖσα, τὸ δὲ ἐνθένδε οἱ Περσαρμενίων ὅροι ἐκδέχονται, οὗ δὴ καὶ τὸ τοῦ χρυσοῦ μέταλλόν ἐστιν ὅπερ Καβάδου δόντος ἐπετρόπευε τῶν τις ἐπιχωρίων Συμεώνης ὄνομα. οὗτος ὁ Συμεώνης, ἐπειδὴ ἀμφοτέρους ἐς τὸν πόλεμον ἀκμάζοντας εἶδε, Καβάδην τῆς τῶν χρημάτων προσόδου ἀποστερεῖν ἔγνω.