Ancient Greek · ~4 min
15.29 to 15.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.29-33
Not analysed yet
διὸ δὴ αὑτόν τε καὶ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδοὺς οὐδετέροις τὸν ἐκ τοῦ μετάλλου χρυσὸν ἀποφέρειν ἠξίου. Ῥωμαῖοι μὲν γὰρ οὐδὲν ἔπραττον, ἀποχρῆν σφίσιν ἡγούμενοι ἀπολωλέναι τοῖς πολεμίοις τὴν ἐνθένδε φοράν, Πέρσαι δὲ οὐχ οἷοί τε ἦσαν ἀκόντων Ῥωμαίων τοὺς ταύτῃ ᾠκημένους ἀντιστατούσης τῆς δυσχωρίας βιάζεσθαι. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους Ναρσῆς τε καὶ Ἀράτιος, οἳ Βελισαρίῳ καὶ Σίττᾳ ἐν Περσαρμενίων τῇ χώρᾳ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς χεῖρας ἦλθον, ὥσπερ ἔμπροσθέν μοι δεδήλωται, ξὺν τῇ μητρὶ αὐτόμολοι ἐς Ῥωμαίους ἧκον, καὶ αὐτοὺς Ναρσῆς ὁ βασιλέως ταμίας ἐδέξατο ʽΠερσαρμένιος γὰρ καὶ αὐτὸς γένος ἐτύγχανἐ χρήμασί τε αὐτοὺς δωρεῖται μεγάλοις. ὅπερ ἐπειδὴ Ἰσαάκης, ὁ νεώτατος αὐτῶν ἀδελφός, ἔμαθε, Ῥωμαίοις λάθρα ἐς λόγους ἐλθὼν Βῶλον αὐτοῖς τὸ φρούριον, ἄγχιστά πη ὂν τῶν Θεοδοσιουπόλεως ὁρίων, παρέδωκε. στρατιώτας γὰρ ἐγγύς πη ἐπέστελλε κρύπτεσθαι, οὓς δὴ τῷ φρουρίῳ νύκτωρ ἐδέξατο, μίαν αὐτοῖς λάθρα ἀνακλίνας πυλίδα· οὕτω τε καὶ αὐτὸς ἐς Βυζάντιον ἦλθεν.