Ancient Greek · ~7 min
15.25 to 15.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.25-34
Not analysed yet
οὕτω τε ξὺν τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέ τε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργασίαν τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος. ἡ μὲν οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον ἐφ’ ἑαυτῆς ἔχει· ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται δεχομένοις τὴν Λαζῶν δέησιν αὐτίκα ἐροῦμεν. τῇ Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, μηκυνόμενόν τε ἀπ’ αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ τῆς ἡμετέρας ξυμβήσεται χώρας, ἐν ᾗ πλοῖά σοι, ὦ βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα οὐδέν ἐστι. προσθείη δ’ ἄν τις ὡς καὶ ληίζεσθαι τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν ἔτος ἐφ’ ὑμῖν κείσεται. ὄρεσι γὰρ τοῖς Καυκασίοις ἐπιτείχισμα μέχρι τοῦδε γεγονέναι τὴν Λαζῶν χώραν πάντως που καὶ ὑμεῖς ξυνεπίστασθε. ἡγουμένου τοίνυν τοῦ δικαίου, προσόντος δὲ τοῦ ξυμφέροντος, τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι οὐδεμιᾶς ἂν εὐβουλίας οἰόμεθα εἶναι.” τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. Χοσρόης δὲ τοῖς λόγοις ἡσθεὶς ἀμύνειν τε Λαζοῖς ὡμολόγησε καὶ τῶν πρέσβεων ἐπυνθάνετο εἴ οἱ στρατῷ μεγάλῳ ἐς γῆν τὴν Κολχίδα ἰέναι δυνατὰ εἴη. πολλῶν γὰρ ἀπαγγελλόντων ἔφασκεν ἀκηκοέναι τὰ πρότερα δύσοδον ἐπιεικῶς καὶ ἀνδρὶ εὐζώνῳ τὴν χώραν εἶναι, κρημνώδη τε ὑπερφυῶς οὖσαν καὶ δένδροις συχνοῖς τε καὶ ἀμφιλαφέσιν ἐπὶ μακρότατον συνεχομένην. οἱ δέ οἱ ἰσχυρίζοντο παντὶ τῷ Περσῶν στρατῷ τὴν ἐκείνῃ ὁδὸν εὐπετῆ ἔσεσθαι, τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις. καὶ αὐτοὶ ὡμολόγουν τῆς τε ὁδοῦ ἡγεμόνες καὶ τοῦ ἔργου τούτου Πέρσαις ἔσεσθαι πρόπονοι.