Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.35
Not analysed yet
ταύτῃ ὁ Χοσρόης ἐπηρμένος τῇ ὑποθήκῃ στρατιάν τε πολλὴν ἤγειρε καὶ τὰ ἐς τὴν ἔφοδον ἐξηρτύετο, οὔτε τὸ βούλευμα ἐς Πέρσας ἐξενεγκών, πλήν γε δὴ οἷς τὰ ἀπόρρητα κοινολογεῖσθαι μόνοις εἰώθει, καὶ τοῖς πρέσβεσιν ἐπαγγείλας ὅπως τὰ πρασσόμενα μηδενὶ φράσωσιν, ἀλλ’ ἐς Ἰβηρίαν τῷ λόγῳ ἐστέλλετο, ὡς τὰ τῇδε καταστησόμενος πράγματα· ἔθνος γὰρ Οὐννικὸν ἐνταῦθά πη ἐπισκῆψαι τῇ Περσῶν ἀρχῇ ἐπεφήμιζεν.