Ancient Greek · ~1 min
15.29 to 15.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.29-2-30
Not analysed yet
καὶ αὐτῶν τὰ μὲν πρὸς βορρᾶν ἄνεμον Ἀλβανοὶ ἐν χώρᾳ ὑπερφυῶς ἀγαθῇ Λαγγούβιλλα καλουμένῃ οἰκοῦσι, τούτων τε ὕπερθεν ἔθνη τὰ Φράγγοις κατήκοά ἐστι, τὰ δὲ πρὸς ἑσπέραν Γάλλοι τε καὶ μετ’ ἐκείνους Ἱσπανοὶ ἔχουσι. τοῦ δὲ Πάδου ἐν δεξιᾷ Αἰμιλία τέ ἐστι καὶ τὰ Τούσκων ἔθνη, ἄχρι καὶ ἐς τοὺς Ῥώμης ὅρους διήκοντα. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.