Ancient Greek · ~8 min
16.1 to 16.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.1-5-10
Not analysed yet
Βελισάριος δὲ τὰ Ῥώμης ὅρια κύκλῳ ἅπαντα μέχρι ἐς ποταμὸν Τίβεριν καταλαβὼν ἐκρατύνατο. καὶ ἐπειδή οἱ ἅπαντα ὡς ἄριστα εἶχε, πολλοὺς τῶν αὑτοῦ ὑπασπιστῶν ξὺν δορυφόροις ἄλλοις τε καὶ Ζαρτῆρι καὶ Χορσομάνῳ καὶ Αἰσχμάνῳ τοῖς Μασσαγέταις καὶ στρατιὰν ἄλλην Κωνσταντίνῳ ἔδωκεν, ἔς τε Τουσκίαν ἐκέλευεν ἰέναι, ἐφ’ ᾧ παραστήσεται τὰ ἐκείνῃ χωρία. καὶ Βέσσαν ἐπήγγελλε καταλαβεῖν Ναρνίαν, πόλιν ἐχυρὰν μάλιστα ἐν Τούσκοις οὖσαν. ὁ δὲ Βέσσας οὗτος Γότθος μὲν ἦν γένος τῶν ἐκ παλαιοῦ ἐν Θρᾴκῃ ᾠκημένων, Θευδερίχῳ τε οὐκ ἐπισπομένων, ἡνίκα ἐνθένδε ἐς Ἰταλίαν ἐπῆγε τὸν Γότθων λεών, δραστήριος δὲ καὶ ἀγαθὸς τὰ πολέμια. στρατηγός τε γὰρ ἦν ἄριστος καὶ αὐτουργὸς δεξιός. καὶ Βέσσας μὲν οὔτι ἀκουσίων τῶν οἰκητόρων Ναρνίαν ἔσχε, Κωνσταντῖνος δὲ Σπολίτιόν τε καὶ Περυσίαν καὶ ἄλλα ἄττα πολίσματα παρεστήσατο οὐδενὶ πόνῳ. ἐθελούσιοι γὰρ αὐτὸν ταῖς πόλεσι Τοῦσκοι ἐδέχοντο. φρουρὰν οὖν ἐν Σπολιτίῳ καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐν Περυσίᾳ τῇ Τούσκων πρώτῃ ἡσύχαζεν. Οὐίττιγις δὲ ταῦτα ἀκούσας στρατιάν τε καὶ ἄρχοντας Οὐνίλαν τε καὶ Πίσσαν ἐπ’ αὐτοὺς ἔπεμπεν. οἷς Κωνσταντῖνος ὑπαντιάσας ἐν τῷ Περυσίας προαστείῳ ἐς χεῖρας ἦλθε. πλήθει δὲ τῶν βαρβάρων ὑπεραιρόντων ἀγχώμαλος μὲν τὰ πρῶτα ἐγεγόνει ἡ μάχη, μετὰ δὲ Ῥωμαῖοι τῇ σφῶν ἀρετῇ καθυπέρτεροι γεγενημένοι τοὺς πολεμίους ἐτρέψαντο, φεύγοντάς τε οὐδενὶ κόσμῳ σχεδόν τι ἅπαντας ἔκτεινον· καὶ ζῶντας ἑλόντες τοὺς τῶν πολεμίων ἄρχοντας παρὰ Βελισάριον ἔπεμψαν. ἐπεὶ δὲ ταῦτα Οὐίττιγις ἤκουσεν, ἡσυχάζειν ἐπὶ Ῥαβέννης οὐκέτι ἤθελεν, οὗ δὴ αὐτῷ Μαρκίας τε καὶ οἱ ξὺν αὐτῷ οὔπω ἐκ Γαλλιῶν ἥκοντες ἐμπόδιοι ἦσαν. ἐς μὲν οὖν Δαλματίαν στρατιάν τε πολλὴν καὶ ἄρχοντας Ἀσινάριόν τε καὶ Οὐλιγίσαλον ἔπεμψεν, ἐφ’ ᾧ Δαλματίαν τῇ Γότθων ἀρχῇ ἀνασώσονται. καὶ αὐτοῖς ἐπέστελλεν ἐκ τῶν ἀμφὶ Σουαβίαν χωρίων στράτευμα ἑταιρισαμένοις τῶν ταύτῃ βαρβάρων οὕτω δὴ εὐθὺ Δαλματίας τε καὶ Σαλώνων ἰέναι. ξὺν αὐτοῖς δὲ καὶ μακρὰ πλοῖα πολλὰ ἔπεμψεν, ὅπως Σάλωνας κατὰ γῆν τε καὶ θάλασσαν πολιορκεῖν οἷοί τε ὦσιν.