Ancient Greek · ~7 min
15.45 to 15.55
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.45-55
Not analysed yet
ὀλίγοι μέντοι αὐτῶν ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Βανδίλοι ἦσαν. δίωξιν γὰρ Βελισάριος ἥκιστα ἐς αὐτοὺς ἐποιήσατο, ἐπεί οἱ, λίαν τοῦ στρατεύματος βραχέος ὄντος, ἱκανὸν κατεφαίνετο, εἰ σφίσιν οἱ πολέμιοι ἐν τῷ παρόντι νενικημένοι ἐκποδὼν στήσονται. τοῖς δὲ στρατιώταις ἐδίδου τὸ χαράκωμα τῶν ἐναντίων διαρπάσασθαι, αἱροῦσί τε αὐτὸ ἔρημον ἀνδρῶν. ἐνταῦθα εὕρηνται πολλὰ μὲν χρήματα, πολλαὶ δὲ γυναῖκες, ὧν δὴ ἕνεκα ὁ πόλεμος κατέστη ὅδε. ταῦτα Βελισάριος διαπεπραγμένος ἐς Καρχηδόνα ἀπήλαυνε. καί οἵ τις ἐκ Σικελίας ἥκων ἀπήγγελλεν ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, ἢν μὴ αὐτὸς κατὰ τάχος σφίσιν ἐπανήκων τὴν κωλύμην ποιήσηται. καὶ αὐτὸς μὲν τὰ ἐν Λιβύῃ ὅπη ἐδύνατο διαθέμενος καὶ Καρχηδόνα Ἰλδίγερί τε καὶ Θεοδώρῳ παραδοὺς ἐς Σικελίαν ᾔει. Οἱ δὲ ἐν Νουμιδίᾳ Ῥωμαίων ἄρχοντες, ἐπεὶ τοὺς ἀμφὶ Στότζαν ἥκειν τε καὶ ξυλλέγεσθαι ἐνταῦθα ἤκουσαν, παρεσκευάζοντο ἐς παράταξιν, ἦσαν δὲ ἡγεμόνες φοιδεράτων μὲν Μάρκελλός τε καὶ Κύριλλος, καταλόγου δὲ ἱππικοῦ μὲν Βαρβᾶτος, πεζῶν δὲ Τερέντιός τε καὶ Σάραπις. Μαρκέλλῳ μέντοι ἐπήκουον ἅπαντες ἅτε Νουμιδίας τὴν ἀρχὴν ἔχοντι. ὃς ἐπεὶ ἐν χωρίῳ Γαζοφύλοις, δυοῖν μάλιστα ἡμέραιν ὁδῷ Κωνσταντίνης ἀπέχοντι, Στότζαν ξὺν ὀλίγοις τισὶν ἤκουσεν εἶναι, προτερῆσαι πρὶν τοὺς στασιώτας ἅπαντας ξυλλεγῆναι βουλόμενος, κατὰ τάχος ἐπ’ αὐτοὺς ἐπῆγε τὸ στράτευμα. ὡς δὲ τά τε στρατόπεδα ἐγγὺς ἐγεγόνει καὶ ἡ μάχη ἔμελλεν ἐν χερσὶν ἔσεσθαι, μόνος ὁ Στότζας ἐς μέσους τοὺς ἐναντίους ἥκων ἔλεξε τοιάδε· “Ἄνδρες συστρατιῶται, οὐ δίκαια ποιεῖτε ἐπὶ ξυγγενεῖς τε καὶ συντρόφους στρατεύοντες, ἐπ’ ἄνδρας τε ὅπλα αἰρόμενοι οἳ τοῖς κακοῖς τοῖς ὑμετέροις καὶ τοῖς εἰς ὑμᾶς ἀδικήμασιν ἀχθόμενοι βασιλεῖ τε καὶ Ῥωμαίοις πολεμεῖν ἔγνωσαν. ἢ οὐ μέμνησθε ὡς ἐστέρησθε μὲν τῶν ἄνωθεν ὑμῖν ὀφειλομένων συντάξεων, ἀφῄρησθε δὲ τῶν πολεμίων τὰ λάφυρα, ἃ τῶν ἐν μάχαις κινδύνων ἆθλα ὁ τοῦ πολέμου τέθεικε νόμος;