Ancient Greek · ~3 min
15.56 to 15.59
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 15.56-59
Not analysed yet
καὶ τοῖς μὲν τῆς νίκης ἀγαθοῖς ἕτεροι τρυφᾶν ἐς τὸν ἅπαντα χρόνον ἠξίουν, ὑμεῖς δὲ ἐν οἰκετῶν ἕπεσθε μοίρᾳ; εἰ μὲν οὖν ἐμοὶ χαλεπαίνετε, πάρεστιν ὑμῖν ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι, τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα· εἰ δέ μοι αἰτίαν οὐδεμίαν ἐπενεγκεῖν ἔχετε, ὥρα ὑμῖν ὑπὲρ αὑτῶν ἀνελέσθαι τὰ ὅπλα.” ὁ μὲν οὖν Στότζας τοσαῦτα εἶπεν· οἱ δὲ στρατιῶται τούς τε λόγους ἐνεδέχοντο καὶ αὐτὸν πολλῇ εὐνοίᾳ ἠσπάζοντο. κατιδόντες δὲ οἱ ἄρχοντες τὰ γινόμενα σιγῇ τε ὑπεχώρουν καὶ ἐς ἱερὸν ὃ ἐν Γαζοφύλοις ἦν καταφεύγουσι. Στότζας δὲ ἀμφότερα τὰ στρατόπεδα ἐς ἓν ξυλλαβὼν ἐπ’ αὐτοὺς ᾔει. καταλαβών τε ἐν τῷ ἱερῷ καὶ τὰ πιστὰ δοὺς ἅπαντας ἔκτεινε.