Ancient Greek · ~7 min
16.11 to 16.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.11-20
Not analysed yet
αὐτὸς δὲ τῷ παντὶ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἰέναι ἠπείγετο, ἱππέας τε καὶ πεζοὺς οὐχ ἧσσον ἢ μυριάδας πεντεκαίδεκα ἐπαγόμενος, καὶ αὐτῶν τεθωρακισμένοι ξὺν τοῖς ἵπποις οἱ πλεῖστοι ἦσαν. Ἀσινάριος μὲν οὖν ἀμφὶ τὴν Σουαβίαν γενόμενος τὸ τῶν βαρβάρων στράτευμα ἤγειρε, μόνος δὲ Οὐλιγίσαλος Γότθοις ἐς Λιβουρνίαν ἡγήσατο. καὶ σφίσι Ῥωμαίων ἐν χωρίῳ Σκάρδωνι ἐς χεῖρας ἐλθόντων ἡσσηθέντες τῇ μάχῃ ἀνεχώρησαν ἐς Βοῦρνον πόλιν· ἐνταῦθά τε τὸν συνάρχοντα ἀνέμεινεν Οὐλιγίσαλος. Κωνσταντιανὸς δέ, ἐπεὶ τὴν Ἀσιναρίου παρασκευὴν ἤκουσε, δείσας περὶ Σάλωσι, τοὺς στρατιώτας μετεπέμψατο οἳ ξύμπαντα τὰ ἐκείνῃ φρούρια εἶχον. καὶ τάφρον τε ἀμφὶ τὸν περίβολον ἅπαντα ὤρυσσε κύκλῳ καὶ τὰ ἄλλα ἐς τὴν πολιορκίαν ὡς ἄριστα ἐξηρτύετο. Ἀσινάριος δὲ πάμπολύ τι στράτευμα βαρβάρων ἀγείρας ἐς Βοῦρνον πόλιν ἀφίκετο. ἔνθα δὴ Οὐλιγισάλῳ τε καὶ τῇ Γότθων στρατιᾷ ξυμμίξας ἐς Σάλωνας ἦλθε. καὶ χαράκωμα μὲν ἀμφὶ τὸν περίβολον ἐποιήσαντο, τὰ δὲ πλοῖα στρατιωτῶν ἐμπλησάμενοι τοῦ περιβόλου τὸ ἐπιθαλάσσιον μέρος ἐφρούρουν· οὕτω τε Σάλωνας κατὰ γῆν τε καὶ κατὰ θάλασσαν ἐπολιόρκουν. Ῥωμαῖοι δὲ ταῖς τῶν πολεμίων ναυσὶν ἐξαπιναίως ἐπιθέμενοι ἐς φυγὴν τρέπουσι καὶ αὐτῶν πολλὰς μὲν αὐτοῖς ἀνδράσι καταδύουσι, πολλὰς δὲ ἀνδρῶν κενὰς εἷλον. οὐ μέντοι τὴν προσεδρείαν Γότθοι διέλυσαν, ἀλλὰ καὶ μᾶλλον ἐν τῇ πόλει Ῥωμαίους κατὰ κράτος πολιορκοῦντες εἷρξαν. τὰ μὲν οὖν στρατόπεδα Ῥωμαίων τε καὶ Γότθων ἐν Δαλματίαις ἐφέρετο τῇδε. Οὐιττίγιδι δὲ πρὸς τῶν ἐπιχωρίων ἐκ Ῥώμης ἡκόντων ἀκούσαντι τὸ ξὺν Βελισαρίῳ στράτευμα βραχύτατον εἶναι, Ῥώμης τε ὑποκεχωρηκότι μετέμελε καὶ μένειν ἐν τοῖς καθεστῶσιν οὐκέτι ἐδύνατο, ἀλλὰ θυμῷ ἤδη ἐχόμενος ἐπ’ αὐτοὺς ᾔει. καί οἱ ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἱερέων ἐκ Ῥώμης ἥκων ἐνέτυχεν. οὗ δὴ ξὺν θορύβῳ πολλῷ πυθέσθαι φασὶν Οὐίττιγιν εἰ Βελισάριος ἔτι ἐν Ῥώμῃ εἴη, ἅτε δείσαντα μὴ οὐχὶ αὐτὸν καταλαμβάνειν οἷός τε ᾖ, ἀλλὰ φθάσῃ ἀποδρὰς ἐνθένδε. καὶ αὐτὸν εἰπεῖν ἥκιστά οἱ χρῆναι τοῦτο ἐν φροντίδι εἶναι·