Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.19
Not analysed yet
Σικελιῶται δὲ τὸν στόλον ἰδόντες οὐκ ἐς Γότθους ταῦτα ἀνήνεγκαν, οὐκ ἐν τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτούς, οὐκ ἄλλο προσκρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν, ἀλλ’ ἀναπετάσαντες προθυμίᾳ τῇ πάσῃ τὰς τῶν πόλεων πύλας ἐδέξαντο ὑπτίαις χερσὶ τὸν τῶν πολεμίων στρατόν, ὥσπερ, οἶμαι, τὰ τῶν ἀνδραπόδων ἀπιστότατα, ἐκ χρόνου καιροφυλακοῦντες πολλοῦ δραπετεῦσαι μὲν τῆς τῶν κεκτημένων χειρός, νέους δέ τινας καὶ ἀγνῶτας αὑτοῖς δεσπότας εὑρεῖν.